Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §3.1-3.7

亚历山大死后的调停与卡帕多西亚总督任免

第 3 段,共 19 段 · 希腊语

内容简介

亚历山大去世后,在马其顿将领们的权力斗争中,尤曼尼斯佯装中立以自保。他在得知雷翁纳托斯的野心企图后逃往培尔迪卡斯处,并在其支持下被任命为卡帕多西亚的行省总督。

§3.1ἀποθανόντος δὲ Ἀλεξάνδρου καί τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν ὁ Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καί ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ξένῳ ὄντι πολυπραγμονεῖν ἐν ταῖς Μακεδόνων διαφοραῖς.
亚历山大去世后,当步兵方阵与同伴骑兵们发生对立时,尤曼尼斯在心意上站在了后者一边,但在言语上则对双方保持中立,自居为一介私人,声称自己作为异邦人去干预马其顿人内部的争端是毫不相干的。
καί τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε πολλοὺς τῶν πεζῶν καί πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν.
当其他同伴骑兵们撤离巴比伦时,他自己留在了城里,安抚了许多步兵,使他们更倾向于达成和解。
§3.2ἐπεὶ δὲ ἀναμιχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καί καταστάντες ἐκ τῶν πρώτων ταραχῶν διενέμοντο σατραπείας καί στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καί Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλʼ ἔδει Λεοννάτον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ κατάγοντας ἀποδεῖξαι τῆς χώρας σατράπην.
但是,当将领们互相联合并从最初的混乱中稳定下来、分配行省和将领职位时,尤曼尼斯分得了卡帕多西亚、帕夫拉戈尼亚以及直至特拉布宗的黑海沿岸地区。 当时该地区还不在马其顿人统治之下——因为阿利亚拉特斯统治着那里——但需要雷翁纳托斯和安提柯率领大军护送尤曼尼斯,并宣布他为该地区的行省总督。
§3.3Ἀντίγονος μὲν ὀὗν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καί περιφρονῶν ἁπάντων, Λεοννάτος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν ἀναδεξόμενος Εὐμενεῖ τὴν στρατείαν·
因此,安提柯对培尔迪卡斯所写的东西不予理睬,当时他已野心勃勃,蔑视一切;而雷翁纳托斯则从上游地区降入弗里吉亚,准备为尤曼尼斯承担这次远征。
Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου τος αὐτῷ καί δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καί Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὥρμητο διαβαίνειν καί τὸν Εὐμενῆ παρεκάλει καί διήλλαττε πρὸς τὸν Ἑκαταῖον.
但由于卡尔迪亚的僭主赫卡泰奥斯与他同行,并恳求他去援助安提帕特以及在拉米亚被包围的马其顿人,雷翁纳托斯急于渡海,并邀请尤曼尼斯同行,且试图调解他与赫卡泰奥斯之间的关系。
§3.4ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους· καί πολλάκις ὁ Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καί παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν.
因为由于政治上的分歧,他们之间存在着某种祖辈传下来的互相猜忌;而且尤曼尼斯曾多次公开指责赫卡泰奥斯的僭主统治,并敦促亚历山大将自由还给卡尔迪亚人。
διὸ καί τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν, καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας ὁ Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο.
因此,当此时尤曼尼斯再次推辞对希腊人的远征,并声称自己害怕安提帕特,担心他可能会为了取悦赫卡泰奥斯,且由于长期以来对自己的仇恨而杀害他时,雷翁纳托斯信任了他,没有向他隐瞒任何自己的企图。
§3.5λόγος μὲν γὰρ ἦν ἡ βοήθεια καί πρόφασις, ἐγνώκει δὲ διαβὰς εὐθὺς ἀντιποιεῖσθαι Μακεδονίας·
因为所谓的援助只是借口和幌子,他已决定一旦渡海便立刻争夺马其顿王位。
καί τινας ἐπιστολὰς ἔδειξε Κλεοπάτρας μεταπεμπομένης αὐτὸν εἰς Πέλλαν ὡς γαμησομένης.
他还出示了几封克利奥帕特拉招他去佩拉准备与之结婚的来信。
ὁ δʼ Εὐμενής, εἴτε τὸν Ἀντίπατρον δεδοικώς εἴτε τὸν Λεοννάτου ἔμπληκτον ὄντα καί φορᾶς μεστὸν ἀβεβαίου καί ὀξείας ἀπογνούς, νύκτωρ ἀνέζευξε τὴν ἑαυτοῦ λαβὼν ἀποσκευήν.
但尤曼尼斯或是因为害怕安提帕特,或是因为对雷翁纳托斯感到绝望——认为此人反复无常,充满了不稳定和急躁的冲动——便于夜间收拾自己的行装撤走了。
εἶχε δὲ τριακοσίους μὲν ἱππεῖς, διακοσίους δὲ τῶν παίδων ὁπλοφόρους, ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον τάλαντα πεντακισχίλια.
他带了三百名骑兵,两百名武装仆从,以及折合白银五千塔兰同的金币。
§3.6φυγὼν δὲ οὕτως πρὸς Περδίκκαν καί τὰ Λεοννάτου βουλεύματα κατειπών εὐθὺς μὲν ἴσχυε μέγα παρʼ αὐτῷ καί τοῦ συνεδρίου μετεῖχεν, ὀλίγον δὲ ὕστερον εἰς Καππαδοκίαν κατήχθη μετὰ δυνάμεως, αὐτοῦ Περδίκκου παρόντος καί στρατηγοῦντος.
他这样逃到培尔迪卡斯那里,并告发了雷翁纳托斯的阴谋,随即在他那里获得了巨大的权势,并参与了议事会。 不久之后,在培尔迪卡斯本人亲自坐镇并指挥的情况下,他率领军队被送入卡帕多西亚。
Ἀριαράθου δὲ ληφθέντος αἰχμαλώτου καί τῆς χώρας ὑποχειρίου γενομένης ἀποδείκνυται σατράπης.
随着阿利亚拉特斯被俘、该地区被平定,尤曼尼斯被任命为行省总督。
§3.7καί τὰς μὲν πόλεις τοῖς ἑαυτοῦ φίλοις παρέδωκε, καί φρουράρχους ἐγκατέστησε καί δικαστὰς ἀπέλιπε καί διοικητὰς οὓς ἐβούλετο, τοῦ Περδίκκου μηδὲν ἐν τούτοις πολυπραγμονοῦντος, αὐτὸς δὲ συνανέζευξεν ἐκεῖνόν τε θεραπεύων καί τῶν βασιλέων ἀπολείπεσθαι μὴ βουλόμενος,
他将各城市交给自己的朋友们,安置了驻军指挥官,并留下了自己心仪的法官和行政官,培尔迪卡斯在这些事务中毫无干预。 而他自己则与培尔迪卡斯一同撤离,既是为了奉迎他,也是不想离开国王们的身边。

词汇与语法注释

  1. §3.1ὡς οὐδὲν αὐτῷ προσῆκον — 这是无人称动词 προσήκει 的中性分词 προσῆκον 所构成的宾格绝对句,并带有表示主观原因的连词 ὡς。不定式 πολυπραγμονεῖν 的逻辑主语由与格代词 αὐτῷ(与分词 ξένῳ ὄν提 一致)表示,意为“以自己作为异邦人去干预……是完全不合适为由”。
  2. §3.4δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ — 完成时不定式 δεδιέναι 作为属格绝对分词 φάσκοντος 的宾语(即不定式作宾语)。其后接的 μήπως + 虚拟式过去时(ἀνέλῃ)是由表示恐惧的动词(δεδιέναι)所引导的担忧副词从句,表示“担心[安提帕特]可能会杀害他”。
  3. §3.5ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον — 介词短语 εἰς ἀργυρίου λόγον 意为“按白银折算”。与前文的 ἐν δὲ χρυσοῖς(以金币形式)连用,表示他所拥有的金币实际价值相当于“五千塔兰同白银”。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §3.1-3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:3.1-3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。