Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §2.1-2.5

与赫菲斯提翁的争端及化解危机的谋略

第 2 段,共 19 段 · 希腊语

内容简介

记述了尤曼尼斯与亚历山大及赫菲斯提翁发生冲突的轶事(住所之争、军费筹措、天幕纵火),以及在赫菲斯提翁死后,尤曼尼斯如何巧妙利用国王的追思之情化解自身危机的过程。

§2.1οὐ μὴν ἀλλὰ καὶ προσέκρουσε πολλάκις Ἀλεξάνδρῳ, καὶ παρεκινδύνευσε διʼ Ἡφαιστίωνα, πρῶτον μὲν γὰρ Εὐΐῳ τῷ αὐλητῇ τοῦ Ἡφαιστίωνος οἰκίαν κατανείμαντος ἣν οἱ παῖδες ἔτυχον τῷ Εὐμενεῖ προκατειληφότες, ἐλθὼν ὑπὸ ὀργῆς πρὸς τὸν Ἀλέξανδρον ὁ Εὐμενὴς ἐβόα μετὰ Μέντορος ὡς αὐλεῖν εἴη κράτιστον ἢ τραγῳδεῖν τὰ ὅπλα ῥίψαντας ἐκ τῶν χειρῶν, ὥστε Ἀλέξανδρον αὐτῷ συναγανακτεῖν καὶ λοιδορεῖσθαι τῷ Ἡφαιστίωνι.
然而,他也多次与亚历山大发生冲突,并因赫菲斯提翁而屡屡涉险。 首先,赫菲斯提翁将尤曼尼斯的仆人们恰好提前占领的住所,分配给了他自己的笛手尤伊奥斯。 尤曼尼斯愤怒地来到亚历山大面前,与门托尔一起大声喊道,最好把武器从手中扔掉,去吹笛子或者演悲剧。 结果,亚历山大与他一同愤慨,并严厉责备了赫菲斯提翁。
§2.2ταχὺ μέντοι μεταπεσὼν αὖθις εἶχε τὸν Εὐμενῆ διʼ ὀργῆς, ὡς ὕβρει μᾶλλον πρὸς ἑαυτὸν ἢ παρρησίᾳ πρὸς Ἡφαιστίωνα χρησάμενον.
然而,国王很快又改变了主意,再次对尤曼尼斯怀恨在心,认为他对赫菲斯提翁与其说是坦率,不如说是对自己无礼。
ἔπειτα Νέαρχον ἐκπέμπων με?τὰ νεῶν ἐπὶ τὴν ἔξω θάλασσαν ᾔτει χρήματα τοὺς φίλους· οὐ γὰρ ἦν ἐν τῷ βασιλείῳ.
随后,在派遣尼阿库斯率领船队前往外海时,由于国库中没有资金,他向朋友们筹集资金。
τοῦ δʼ Εὐμενοῦς αἰτηθέντος μὲν τριακόσια τάλαντα, δόντος δὲ ἑκατὸν μόνα, καὶ ταῦτα γχίσχρως καὶ μόλις αὐτῷ συνειλέχθαι διὰ τῶν ἐπιτρόπων φάσκοντος, οὐδὲν ἐγκαλέσας οὐδὲ δεξάμενος ἐκέλευσε τοὺς παῖδας κρύφα τῇ σκηνῇ τοῦ Εὐμενοῦς πῦρ ἐνεῖναι, βουλόμενος ἐκκομιζομένων τῶν χρημάτων λαβεῖν ἐπʼ αὐτοφώρῳ ψευδόμενον.
尤曼尼斯被要求提供三百个塔兰同,却只给了一百个,并声称即便这些也是通过管理人艰难且勉强地收集起来的。 国王没有进行指责,也没有接受这笔钱,而是命令仆人们暗中放火烧毁尤曼尼斯的天幕,企图在财物被搬运出来时,当场抓住他撒谎的现行犯。
§2.3ἔφθη δὲ ἡ σκηνὴ καταφλεχθεῖσα, καὶ μετενόησε τῶν γραμμάτων διαφθαρέντων ὁ Ἀλέξανδρος, τὸ δὲ συγχυθὲν χρυσίον καὶ ἀργύριον ὑπὸ τοῦ πυρὸς ἀνευρέθη πλεῖον ἣ χιλίων ταλάντων, ἔλαβε δὲ οὐδέν, ἀλλὰ καὶ γράψας τοῖς πανταχοῦ σατράπαις καὶ στρατηγοῖς ἀντίγραφα τῶν διεφθαρμένων ἀποστέλλειν πάντα παραλαμβάνειν ἐκέλευσε τὸν Εὐμενῆ.
但在财物被搬出前,天幕就被烧毁了,亚历山大因文书被毁而感到后悔。 不过,被火烧熔混杂在一起的金银被发现有一千多个塔兰同。 国王没有取走一分一毫,反而写信给各地的萨特拉普和将军们,命令他们寄送被毁文书的副本,并命令尤曼尼斯收拢这一切。
§2.4πάλιν δὲ περὶ δωρεᾶς τινος εἰς διαφορὰν καταστὰς πρὸς τὸν Ἡφαιστίωνα, καὶ πολλὰ μὲν ἀκούσας κακῶς, πολλὰ δὲ εἰπών, τότε μὲν οὐκ ἔλαττον ἔσχε·
此外,尤曼尼斯又因为某件礼物与赫菲斯提翁发生争执,双方互相说了许多难听的话,当时他并没有处于下风。
μετʼ ὀλίγον δὲ τελευτήσαντος Ἡφαιστίωνος περιπαθῶν ὁ βασιλεύς καὶ πᾶσιν οὓς ἐδόκει ζῶντι μὲν ἐκείνῳ φθονεῖν ἐπιχαίρειν δὲ τεθνηκότι τραχέως ὁμιλῶν καὶ χαλεπὸς ὢν, μάλιστα τὸν Εὐμενῆ διʼ ὑποψίας εἶχε, καὶ προὔφερε πολλάκις τὰς διαφορὰς καὶ λοιδορίας ἐκείνας.
但不久后赫菲斯提翁去世,国王悲痛欲绝,对所有那些被认为在其生前心怀嫉妒、在其死后幸灾乐祸的人态度冷酷且严厉,尤其是对尤曼尼斯心存怀疑,并屡次提起过去的那些争执和辱骂。
§2.5ὁ δὲ πανοῦργος ὢν καὶ πιθανός ἐπεχείρησεν οἷς ἀπώλλυτο σῴζειν ἑαυτόν, κατέφυγε γὰρ εἰς τὴν πρὸς Ἡφαιστίωνα φιλοτιμίαν Ἀλεξάνδρου καὶ χάριν, ὑφηγούμενός τε τιμὰς αἳ μάλιστα κοσμεῖν ἔμελλον τὸν τεθνηκότα, καὶ χρήματα τελῶν εἰς τὴν τοῦ τάφου κατασκευὴν ἀφειδῶς καὶ προθύμως.
然而,由于他为人机敏且善于说服,便企图利用那些本会毁灭自己的事物来拯救自己。 因为他迎合了亚历山大对赫菲斯提翁的追思和深情,建议了那些最能彰显死者荣耀的仪式,并且为陵墓的建造慷慨且热心地捐献资金。

词汇与语法注释

  1. 2.1ὡς αὐλεῖν εἴη κράτιστον ἢ τραγῳδεῖν τὰ ὅπλα ῥίψαντας ἐκ τῶν χειρῶν — 该句使用间接引语中的希求语气(εἴη),这是由主句的历史时态动词(ἐβόα)引起的。宾格复数分词 ῥίψαντας 与不定式(αὐλεῖν, τραγῳδεῖν)省略的宾格主语一致,泛指士兵们或尤曼尼斯及其同伴自身。
  2. 2.2ὡς ὕβρει μᾶλλον πρὸς ἑαυτὸν ἢ παρρησίᾳ πρὸς Ἡφαιστίωνα χρησάμενον — ὡς 配合分词(χρησάμενον)的结构,表示主句主语(亚历山大)的主观理由。该分词在性、数、格(阳性单数宾格)上与前文动词 εἶχε 的直接宾语 τὸν Εὐμενῆ 一致。
  3. 2.2τοῦ δʼ Εὐμενοῦς αἰτηθέντος μὲν τριακόσια τάλαντα... φάσκοντος — 以 τοῦ δʼ Εὐμενοῦς 为逻辑主语的长大属格绝对结构。被动分词 αἰτηθέντος(被要求)、主动分词 δόντος(给出)和主动分词 φάσκοντος(声称)均以属格并列,用以描述尤曼尼斯的一系列行为和表态。
  4. 2.3ἔφθη δὲ ἡ σκηνὴ καταφλεχθεῖσα — φθάνω 配合补充性分词(καταφλεχθεῖσα)的句式,表示“天幕已抢先(在人们救出财物之前)被烧毁”的先发性语义。
  5. 2.5ἐπεχείρησεν οἷς ἀπώλλυτο σῴζειν ἑαυτόν — 关系代词与格 οἷς 包含了先行词,相当于 ἐκεῖνα οἷς(凭借那些……的事物)。它作为工具或原因与格,表示尤曼尼斯企图利用那些正在毁灭他(未完成过去时 ἀπώλλυτο)的事物作为手段来拯救自己。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §2.1-2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:2.1-2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。