Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §18.1-18.4

被移交安提柯与囚禁中的尤曼尼斯

第 18 段,共 19 段 · 希腊语

内容简介

银盾兵拒绝了尤曼尼斯的哀求并将其交给安提柯,安提柯虽怀同情但对其处置感到纠结,而看守奥诺马科斯则与尤曼尼斯就勇敢展开了针锋相对的辩论。

§18.1ταῦτα τοῦ Εὐμενοῦς λέγοντος τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δὲ ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν οὐ γὰρ εἶναι δεινόν εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλʼ εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρʼ ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν.
当尤曼尼斯说这些话时,其余的大众都被悲伤所笼罩,哭声一片,但银盾兵们却喊着把他带走,不要理会一个胡言乱语的人;因为他们说,如果一个来自赫索尼苏斯(Chersonese)的瘟神在无数次战争中折磨了马其顿人之后哭喊,这并不可怕,可怕的是菲利普和亚历山大最优秀的士兵们在遭受了如此多的苦难后,在老年时却被剥夺了奖赏,还要从别人那里领取食物,而且他们的妻子已经和敌人同寝了三个晚上。
ἅμα δὲ ἦγον αὐτὸν ἐπιταχύνοντες.
同时,他们催促着把它带走。
§18.2Ἀντίγονος δὲ δείσας τὸν ὄχλον ἀπελείφθη γὰρ οὐδεὶς ἐν τῷ στρατοπέδῳ δέκα τοὺς κρατιστεύοντας ἐλέφαντας ἐξέπεμψε καὶ λογχοφόρους συχνοὺς Μήδους καὶ Παρθυαίους διακρουσομένους τὸ πλῆθος, εἶτʼ αὐτὸς μὲν ἰδεῖν οὐχ ὑπέμεινε τὸν Εὐμενῆ διὰ τὴν προγεγενημένην φιλίαν καὶ συνήθειαν, πυνθανομένων δὲ τῶν παρειληφότων τὸ σῶμα πῶς φυλάξουσιν, οὕτως, εἶπεν, ὡς ἐλέφαντα ἣ ὡς λέοντα.
安提柯害怕人群——因为营地里没有留下一个人——便派出了十只最强壮的战象,以及许多手持长枪的米底亚人和帕提亚人去驱散大众。 随后,他自己因过去的友谊和亲密关系而不忍心见尤曼尼斯;当接收其身体的人询问该如何看守他时,他说:“就这样,像看守大象或狮子一样。
§18.3μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια, βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δὲ ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν.
” 但过了一会儿,他产生了同情心,命令解除他身上沉重的锁链,并允许他亲近的仆人中有一人进来服饰,以便他能涂抹身子,还允许想陪伴他的朋友们和他共度时光并带来必需品。 在对他的处置考虑了数日期间,他听取了各种意见和承诺,因为克里特人尼阿科斯和他的儿子德米特里竭力想要拯救尤曼尼斯,而其他几乎所有人都表示反对并要求处死他。
§18.4λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι τί δήποτε Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτε ἀποκτίννυσι ταχέως οὔτε εὐγενῶς ἀφίησι·
据说尤曼尼斯问看守他的奥诺马科斯,安提柯既然捕获并控制了一个仇敌,为什么既不赶快杀死他,也不高尚地释放他。
τοῦ δὲ Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος ὡς οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, ναὶ μὰ τὸν Δία, φάναι τὸν Εὐμενῆ, καὶ τότε εἶχον ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλʼ οὐδενὶ κρείττονι προστυχὼν οἶδα.
奥诺马科斯侮辱地回答说,他不应该在现在,而应该在战斗中勇敢地面对死亡。 尤曼尼斯说:“确实,因宙斯之名,我当时也是如此;去问问那些与我交过手的人吧;但我还不知道曾遇到过什么更强者。
καὶ τὸν Ὀνόμαρχον, οὐκοῦν ἐπεὶ νῦν, φάναι, τὸν κρείττονα εὕρηκας, τί οὐκ ἀναμένεις τὸν ἐκείνου καιρόν;
”而奥诺马科斯说:“既然你现在已经找到了更强者,你为什么不等待他的时机呢? ”

词汇与语法注释

  1. 18.1οὐ γὰρ εἶναι δεινόν — 不定词 εἶναι 用于间接引语,表示银盾兵的主张。由 δεινόν 引导的条件从句呈对比结构 εἰ ... ἀλλʼ εἰ ...(“如果[尤曼尼斯哭喊]并不可怕,但如果[士兵被剥夺奖赏]才可怕”)。对应于第二个 εἰ 从句的主句(相当于 δεινόν ἐστιν)被省略。
  2. 18.3Νεάρχου τε τοῦ Κρητὸς — 此处包含两个并列且对立的属格绝对结构:Νεάρχου ... φιλοτιμουμένων 与 τῶν δὲ 裂隙中的 ἄλλων ... ἐνισταμένων。它们解释了安提柯在进行权衡时的背景情况。
  3. 18.4ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς — 非人称动词 ἔδει(本应当)后接不定词 ἔχειν。动词 ἔχω 与副词(此处为 εὐθαρσῶς)连用,相当于 εἶναι 加形容词,表示“处于某种状态”。因此 εὐθαρσῶς ἔχειν 意为“保持勇敢”。
  4. 18.4προστυχὼν οἶδα — 认知动词 οἶδα(知道、记得)伴随分词 προστυχών(遇到),意为“记得曾[遇到]”。由于主语一致,分词采用主格。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §18.1-18.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:18.1-18.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。