§15.1Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγα ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος.
另一方面,安提柯从俘虏那里听说尤曼尼斯生病且身体状况极差、正被抬着,便认为既然他在生病,击碎其余的人就并非难事。
διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν.
因此,他急于交战,率军前进。
§15.2ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον εἶτα ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον.
但是,当敌军正在整顿阵线时,他骑马驶过,看清了他们的阵势和布置,惊讶得驻足良久。 接着,便看见舆轿正从一翼被抬往另一翼。
γελάσας οὖν ὁ Ἀντίγονος, ὥσπερ εἰώθει, μέγα, καὶ πρὸς τοὺς φίλους εἰπὼν,
τοῦτο ἦν τὸ φορεῖον, ὡς ἔοικε, τὸ ἀντιπαραταττόμενον ἡμῖν,
εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν.
于是安提柯像往常一样哈哈大笑,并对朋友们说:“看来,跟我们对阵的正是这顶舆轿啊。 ”他随即便率军后撤,并安营扎寨。
§15.3οἱ δὲ μικρὸν ἀναπνεύσαντες αὖθις ἐδημαγωγοῦντο, καὶ τοῖς ἡγεμόσιν ἐντρυφῶντες σχεδὸν ὅλην εἰς τὰ χειμάδια κατενείμαντο τὴν Γαβηνῶν, ὥστε τοὺς ἐσχάτους τῶν πρώτων ἀποσκηνοῦν ὁμοῦ τι χιλίους σταδίους.
另一方面,那些人稍微喘息之后,又一次被阿谀逢迎,并且轻慢其指挥官,几乎把整个加比埃内地区划分开来作为冬营,以至于最末端与最前段的营地相距几近一千斯塔德。
ταῦτα γνοὺς ὁ Ἀντίγονος ὥρμησεν ἐξαίφνης ἐπʼ αὐτοὺς ὑποστρέψας χαλεπὴν ὁδὸν καὶ ἄνυδρον, σύντομον δὲ καὶ βραχεῖαν, ἐλπίζων, εἰ διεσπαρμένοις ἐπιπέσοι περὶ τὰ χειμάδια, μηδʼ ἂν συνελθεῖν ἔτι τὸ πλῆθος ῥᾳδίως εἰς τὸ αὐτὸ τοῖς στρατηγοῖς.
安提柯得知此事,突然折向他们,选择了一条艰难无水但直接而快捷的捷径,指望如果趁他们分散在各冬营时发动突袭,兵众就再也无法轻易与将领们在同一处集结。
ἐμβαλόντι δὲ εἰς γῆν ἀοίκητον αὐτῷ πνεύματά τε δεινὰ καὶ κρύη μεγάλα διελυμαίνετο τὴν πορείαν ἐνοχλουμένου τοῦ στρατεύματος.
然而,当他踏入荒无人烟的土地时,狂风与严寒严重阻碍了行军,整支军队饱受折磨。
§15.4ἦν οὖν ἀναγκαία βοήθεια πυρὰ πολλὰ καίειν ὅθεν οὐκ ἔλαθε τοὺς πολεμίους, ἀλλὰ τῶν βαρβάρων οἱ τὰ βλέποντα πρὸς τὴν ἀοίκητον ὄρη νεμόμενοι θαυμάσαντες τὸ τῶν πυρῶν πλῆθος ἔπεμψαν ἱππαστρίαις καμήλοις ἀγγέλους πρὸς Πευκέσταν.
因此,点燃许多篝火成了不可避免的自救之策,由此便未能逃过敌人的眼睛。 但是,居住在面向这片荒野之山脉上的蛮族,对如此多的篝火感到惊异,便派遣骑骆驼的信使前往佩乌凯斯塔斯处。
ὁ δὲ ὡς ἤκουσεν, αὐτός τε παντάπασιν ἔκφρων ὑπὸ δέους γενόμενος καὶ τοὺς ἄλλους ὁρῶν ὁμοίως ἔχοντας ὥρμητο φεύγειν, ἀναστήσας τοὺς καθʼ ὁδὸν ὄντας αὐτοῖς μάλιστα τῶν στρατιωτῶν·
佩乌凯斯塔斯一听此消息,自己因恐惧而完全惊慌失措,又看到其他人也是如此状态,便急忙企图逃跑,并首先叫醒了在他们必经之路上扎营的大部分士兵。
§15.5εὐμενὴς δὲ τὴν ταραχὴν ἀφῄρει καὶ τὸν φόβον, ὑπισχνούμενος ἐπιστήσειν τῶν πολεμίων τὸ τάχος, ὥστε τρισὶν ὕστερον ἡμέραις ἢ προσδοκῶνται παραγενέσθαι.
然而尤曼尼斯消除了这片混乱和恐惧,承诺会减缓敌人的行军速度,使之比预期迟到三天。
πεισθέντων δὲ αὐτῶν ἅμα μὲν ἀγγέλους περιέπεμπε τὰς δυνάμεις ἐκ τῶν χειμαδίων καὶ τοὺς ἄλλους ἀθροίζεσθαι κατὰ τάχος κελεύων, ἅμα δὲ αὐτὸς ἐξιππασάμενος μετὰ τῶν ἄλλων ἡγεμόνων, καὶ τόπον ἐξ ἀπόπτου καταφανῆ τοῖς ὁδεύουσι τὴν ἔρημον περιβαλόμενος καὶ διαμετρήσας, ἐκέλευε πυρὰ πολλὰ καίειν ἐν διαστήμασιν, ὥσπερ οἱ στρατοπεδεύοντες.
当他们被说服后,他一方面向四方派遣信使,命令各冬营的军队以及其他人迅速集结,另一方面,他自己与其他指挥官一同骑马外出,在穿行荒漠的人能从远处清晰望见的地方选定并测量了一块区域,命令人们隔开距离点燃许多篝火,就像正在扎营宿营的人那样。
§15.6γενομένου δὲ τούτου καὶ τῶν πυρῶν τοῖς περὶ Ἀντίγονον ἐκ τῆς ὀρεινῆς καταφανέντων, ἄχθος ἔσχε καὶ δυσθυμία τὸν Ἀντίγονον, οἰόμενον ᾐσθημένους ἔκπαλαι τοὺς πολεμίους ἀπαντᾶν.
此事办妥后,山上的篝火被安提柯一行人望见,安提柯便陷入了苦恼和沮丧,认为敌军早已察觉并正前来迎战。
ἵνʼ οὖν μὴ κατάκοπος καὶ τετρυμένος ἐκ πορείας ἀναγκάζηται μάχεσθαι πρὸς ἀνθρώπους ἑτοίμους καὶ καλῶς κεχειμακότας, προέμενος τὴν σύντομον ἦγε διὰ κωμῶν καὶ πόλεων, καθʼ ἡσυχίαν ἀναλαμβάνων τὸ στράτευμα.
因此,为了不至于在因行军而疲惫不堪、消耗殆尽的状态下,被迫与已经做好准备且休整良好的敌人交战,他放弃了捷径,转而率领军队取道各村庄和城镇,好让军队在安闲中恢复元气。
§15.7μηδενὸς δὲ ἐμποδὼν ὄντος, ὥσπερ εἴωθεν ἀντικαθημένων πολεμίων, τῶν δὲ περιχώρων λεγόντων στράτευμα μηδὲν ὦφθαι, πυρῶν δὲ κεκαυμένων μεστὸν εἶναι τὸν τόπον, ᾔσθετο κατεστρατηγημένος ὑπὸ Εὐμένους, καὶ βαρέως φέρων προσῆγεν ὡς φανερᾷ μάχῃ κριθησόμενος.
由于没有任何人阻拦,不像往常有敌军对峙时那样,而周围的居民又说未曾见到任何军队,该处只塞满了燃尽的火堆,他便意识到自己在将道上被尤曼尼斯击败了。 他怀着沉重的心情继续推进,准备在公开的决战中一决胜负。