§14.1οὐ μὴν ἀλλʼ οἱ Μακεδόνες ἀδείας μὲν οὔσης ἐφθείροντο πρὸς τοὺς διδόντας, καὶ τάς ἐκείνων θύρας ἐθεράπευον, δορυφορουμένων καὶ στρατηγιώντων·
然而,在无忧无虑的状态下,马其顿人向那些给他们施舍的人那里谄媚堕落,并出入于那些人的门庭,而那些人则带着护卫,热望当上将军。
ἐπεὶ δὲ Ἀντίγονος αὑτοῖς παρεστρατοπέδευσε μετὰ πολλῆς δυνάμεως καὶ τὰ πράγματα φωνὴν ἀφιέντα τὸν ἀληθινὸν ἐκάλει στρατηγόν, οὐ μόνον οἱ στρατευόμενοι τῷ Εὐμενεῖ προσεῖχον, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ καὶ τρυφῇ μεγάλων ἐκείνων ἕκαστος ἐνέδωκε καὶ παρεῖχεν ἑαυτὸν σιωπῇ τὴν δοθεῖσαν φυλάττοντα τάξιν.
但是,当安提柯率领大军在他们附近扎营,且局势仿佛发出呼喊,召唤真正的将军时,不仅士兵们将注意力转向了尤曼尼斯,连那些在和平与奢华中自命不凡的总督们,每一个人也都服软让步,在沉默中守着被分配的职位,服从了他的领导。
§14.2καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδὲ ᾔσθοντο, μόνος δὲ Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους, μάλιστα δὲ οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον.
事实上,当安提柯企图渡过帕西蒂格里斯河时,其他守望的人甚至根本没有察觉,唯独尤曼尼斯挺身阻击,在交战中击杀多人,使河水填满尸体,并俘虏了四千人。 但最主要的是,在尤曼尼斯生病期间,马其顿人清楚地表明,他们认为其他人只配用来盛情款待和举行庆典,而唯独尤曼尼斯才有能力统帅和作战。
§14.3ὁ μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατʼ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος·
因为佩乌凯斯塔斯曾在波斯斯盛情款待他们,并给每人分发了祭祀用的生牲,期望以此成为最伟大的人。
ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας.
但几天后,当士兵们向敌人行军时,尤曼尼斯正因重病无法入睡,为了静养而坐在舆轿中被抬着,走在军队外面。
μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι, καταβαίνοντες εἰς τὸ πεδίον.
他们刚前进了不远,敌人突然越过几座山丘显露出来,正向平原下行。
§14.4ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς, οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος, καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες ἀλλήλοις μένειν διεκελεύοντο, καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν, καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους.
因此,当整队行进的精锐部队前锋的金黄色铠甲在阳光下闪烁,且他们看到了战象背上的塔楼和紫色装备——这是他们上阵交锋时的盛装——走在最前面的人便停下脚步,大声呼喊着要叫尤曼尼斯来,因为如果不是他担任统帅,他们就绝不前进。 他们把武器靠在地上,互相叮嘱留在原地,并命令指挥官们按兵不动,没有尤曼尼斯就不要与敌人交战或冒险。
§14.5ἀκούσας δὲ ὁ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τάς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς.
尤曼尼斯听到后,催促抬轿的人快走,急忙来到他们跟前,拉开舆轿两侧的帷幕,欣喜地伸出右手。
οἱ δὲ ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι Μακεδονιστὶ τῇ φωνῇ τάς τε ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἠλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους ὠς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος.
兵士们一见,立刻用马其顿方言向他致敬,纷纷举起盾牌,用长枪击打盾牌发出巨响,并发出呐喊,仿佛他们的统帅已在身旁一般向敌人挑战。