Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §12.1-12.3

修正誓词解围与尤曼尼斯的逃脱

第 12 段,共 19 段 · 希腊语

内容简介

安提柯因马其顿政局变动而企图夺取霸权,向尤曼尼斯提出妥协;尤曼尼斯巧妙修正了誓词,说服包围他的马其顿军解围并趁机逃脱。

§12.1ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν· ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος.
此时,包围持续了很长时间,安提柯听说安提帕特在马其顿去世,而卡桑德和波留佩孔因不和而使政局陷入混乱。 他不再抱有微小的期许,而是在心中觊觎着整个帝国的统治权,希望让尤曼尼斯成为自己大业的盟友和助手。 因此,他派遣希罗尼穆斯去与尤曼尼斯讲和,并提出了一份誓词。 然而,尤曼尼斯修正了这份誓词,并交由包围他的马其顿士兵来裁决哪一个更公正。
§12.2Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδʼ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν.
因为安提柯为了形式起见,虽在开头提到了国王们,但誓词的其余部分却要求向他个人效忠;而尤曼尼斯则首先将奥林匹娅斯与国王们一同写入誓词,然后不仅宣誓对安提柯心怀好意并与他同敌友,也对奥林匹娅斯和国王们宣誓效忠。
ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθʼ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον.
由于这些条件显得更为公正,马其顿人让尤曼尼斯以此宣誓后便解除了包围,并派人去安提柯那里,以便安提柯本人也向尤曼尼斯递交这一誓言。
§12.3ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθʼ ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον.
与此同时,尤曼尼斯归还了他在诺拉扣押的所有卡帕多西亚人质,并从前来领回人质的人手中换取了马匹、驮畜和帐篷。 他还招集了那些因败走而流散、在当地流浪的士兵,使他身边聚集了近一千名骑兵。 他率领他们纵马逃走,他的担忧完全是正确的,因为他非常害怕安提柯。
οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν.
事实上,安提柯不仅命令他们再次筑墙包围并围困尤曼尼斯,还写了一封措辞严厉的回信给那些接受了誓词修正的马其顿人。

词汇与语法注释

  1. 12.1τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων — 这是一个嵌套的从属结构,属格独立(Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων)被嵌入到由 πυνθανόμενος(得知)引导的“宾格加不定式”从句(τεταράχθαι τὰ πράγματα)中。
  2. 12.1ἐσπένδετο — 此处使用未完成过去时,表示企图未完成(conative imperfect),即安提柯当时正在“试图讲和”或进行和谈,而非已经达成了和约。
  3. 12.2τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν — 动词 ὥρκιζεν(ὁρκίζω 的未完成过去时,意为“使人宣誓”)在此以 τὸν λοιπὸν ὅρκον 为宾语,而介词短语 εἰς ἑαυτόν(“朝向他自己”)则表明誓词中效忠的对象被定向为安提柯本人。
  4. 12.2ὧν δικαιοτέρων φανέντων — 关系代名词 ὧν 为中性复数,指代前一句中尤曼尼斯所提修正条件的整体,并在与分词 φανέντων 构成的属格独立结构中充当主语。
  5. 12.3ὀλίγῳ τῶν χιλίων ἀποδέοντας — 与格 ὀλίγῳ 表示程度的差额(“差一点”),分词 ἀποδέοντας(“缺少”)支配具有分离/比较性质的属格 τῶν χιλίων(“一千”),整体意为“略少于一千”。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §12.1-12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:12.1-12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。