§2.1περὶ μὲν τοῦ πλούτου τοσαῦτα·
关于财富就说这么多。
τοῖς δὲ πολιτεύμασι τοῦ μὲν Νικίου πανοῦργον οὐδὲν οὐδὲ ἄδικον οὐδὲ βίαιον πρόσεστιν οὐδὲ θρασύτης, ἀλλʼ ἐξηπατᾶτο μᾶλλον ὑπὸ Ἀλκιβιάδου καὶ τῷ δήμῳ προσῄει μετʼ εὐλαβείας, τοῦ δὲ Κράσσου πολλὴν μὲν ἐν ταῖς πρὸς ἔχθραν καὶ φιλίαν μεταβολαῖς ἀπιστίαν καὶ ἀνελευθερίαν κατηγοροῦσι, βίᾳ δʼ οὐδʼ αὐτὸς ἠρνεῖτο τὴν ὑπατείαν μετιέναι, μισθωσάμενος ἄνδρας τοὺς Κάτωνι καὶ Δομιτίῳ τὰς χεῖρας προσοίσοντας.
另一方面,在政治生涯中,尼基阿斯的行为没有任何奸诈、不公、暴力或傲慢,相反,他更容易被阿尔基比阿德斯蒙骗,并且是以谨慎的态度对待民众。 而对于克拉苏,人们则指责他在敌友关系的转变中充满了极大的不忠和卑劣,他自己也并不否认曾以暴力谋求执政官之职,甚至雇佣人去对卡托和多米提乌斯动手。
§2.2ἐν δὲ τῇ περί τῶν ἐπαρχιῶν ψηφοφορίᾳ τοῦ δήμου πολλοὶ μὲν ἐτρώθησαν, ἔπεσον δὲ τέσσαρες, αὐτὸς δʼ, ὅπερ ἡμᾶς ἐν τῇ διηγήσει παρελήλυθε, Λεύκιον Ἀννάλιον, ἄνδρα βουλευτήν, ἀντιλέγοντα πὺξ πατάξας εἰς τὸ πρόσωπον ἐξέβαλεν ᾑμαγμένον.
在民众就行省分配进行投票时,许多人受伤,四人丧生。 而他自己——这是我们在叙述中遗漏的地方——用拳头猛击反对他的元老院议员卢基乌斯·安纳利乌斯的面部,将其打得满脸是血,赶了出去。
§2.3ὡς δὲ περί ταῦτα βίαιος ὁ Κράσσος καὶ τυραννικός, οὕτως αὖ πάλιν ἐκείνου τὸ ψοφοδεὲς ἐν τῇ πολιτείᾳ καὶ ἄτολμον καὶ τοῖς κακίστοις ὑφειμένον τῶν μεγίστων ἐπιλήψεων ἄξιον ὁ δὲ Κράσσος ὑψηλὸς περί γε ταῦτα καὶ μεγαλόφρων, οὐ πρὸς Κλέωνας οὐδʼ Ὑπερβόλους, μὰ Δία, τοῦ ἀγῶνος ὄντος, ἀλλὰ πρὸς τὴν Καίσαρος λαμπρότητα καὶ τρεῖς τοῦ Πομπηΐου θριάμβους, οὐχ ὑπείξας, ἀλλʼ ἀντάρας ἑκατέρῳ τὴν δύναμιν, ἀξιώματι δὲ τῆς τιμητικῆς ἀρχῆς καὶ Πομπήιον ὑπερβαλόμενος.
正如克拉苏在这些事情上表现得暴力和专横一样,相反,尼基阿斯在政治上的胆怯、缺乏勇气以及对最恶劣者的妥协,也同样应受到最大的指责。 而克拉苏在这些事情上则表现得志向高远、气度不凡,因为,以宙斯名义起誓,他的竞争对象不是克里昂之流或许珀耳波罗之流,而是凯撒的显赫和庞培的三次凯旋仪式,他不仅没有退缩,反而使自己的力量与他们二人抗衡,并在监察官职位的尊严上超越了庞培。
§2.4δεῖ γὰρ ἐπὶ μεγίστοις οὐ τὸ ἀνεπίφθονον, ἀλλὰ τὸ λαμπρὸν ἐν πολιτείᾳ λαμβάνειν, μεγέθει δυνάμεως ἐξαμαυροῦντα τὸν φθόνον.
因为在最重大的事务中,在政界不应选择免受嫉妒的平庸,而应选择显赫,以力量的宏大来消弭嫉妒。
εἰ δʼ ἐξ ἅπαντος ἀγαπᾶς ἀσφάλειαν καὶ ἡσυχίαν, καὶ δέδιας Ἀλκιβιάδην μὲν ἐπὶ τοῦ βήματος, ἐν δὲ Πύλῳ Λακεδαιμονίους, Περδίκκαν δʼ ἐν Θρᾴκῃ, πολλὴν εὐρυχωρίαν ἡ πόλις ἔχει σχολῆς ἐκ μέσου γενόμενον καθῆσθαι πλέκοντα τῆς ἀταραξίας σεαυτῷ στέφανον, ὡς ἔνιοι σοφισταὶ λέγουσιν.
如果你一味追求安全与清静,并且害怕讲坛上的阿尔基比阿德斯、皮洛斯的斯巴达人以及色雷斯的佩尔狄卡斯,那么城邦里有的是闲暇的广阔天地,你可以退出政治舞台,如某些诡辩家所说的那样,安坐着为自己编织一顶心灵宁静的桂冠。
§2.5ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα· καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐδʼ εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.
因为尼基阿斯对和平的热爱确实是神圣的,而结束战争是最具希腊人精神的政治建树;仅凭这一功绩,克拉苏就无法与尼基阿斯相比,即使他将里海或印度洋并入罗马帝国的版图也是如此。