§3.1πόλει μέντοι χρώμενον ἀρετῆς αἰσθανομένῃ καὶ κρείττονα ὄντα τῇ δυνάμει χώραν οὐ δοτέον τοῖς πονηροῖς οὐδʼ ἀρχὴν μὴ ἄρχουσιν οὐδὲ πίστιν ἀπιστουμένοις, ὅπερ ἐποίησεν ὁ Νικίας, τὸν Κλέωνα μηδὲν ὄντα πλέον ἐν τῇ πόλει τῆς ἀπὸ τοῦ βήματος ἀναισχυντίας καὶ κραυγῆς αὐτὸς εἰς τὸ στρατηγεῖν καταστήσας.
然而,对于一个服务于崇尚美德的城邦、且在实力上占优的人来说,不应将地位让给恶人,不应将统治权给无能统治之人,也不应将信任托付给不被信任之人。 而这恰恰是尼基阿斯所做的,他亲自让克里昂当上了将军,而克里昂在城邦中除了讲坛上的厚颜无耻和号叫之外,根本算不上什么人物。
§3.2οὐκ ἐπαινῶ μὲν γὰρ ἐγὼ τὸν Κράσσον ἐν τοῖς Σπαρτακείοις ἐπειχθέντα θᾶσσον ἢ ἀσφαλέστερον διαγωνίσασθαι, καίτοι φιλοτιμίας ἦν τὸ δεῖσαι μὴ Πομπήιος ἐλθὼν ἀφέληται τὴν δόξαν αὐτοῦ, καθάπερ ἀφείλετο Μετέλλου Μόμμιος τὴν Κόρινθον τὸ δὲ τοῦ Νικίου παντάπασιν ἄτοπον καὶ δεινόν.
因为我并不赞成克拉苏在斯巴达克斯战争中过于急躁地去决战,而不是采取更稳妥的方式,尽管害怕庞培前来夺走自己的荣耀确实是出于虚荣心,就像当年穆米乌斯从梅特鲁斯手中夺走科林斯一样;但尼基阿斯的行为则完全是荒谬且可怕的。
οὐ γὰρ ἐλπίδας οὐδὲ ῥᾳστώνην ἐχούσης ἐξέστη τῷ ἐχθρῷ φιλοτιμίας καὶ ἀρχῆς, ἀλλὰ κίνδυνον ὑφορώμενος ἐν τῇ στρατηγίᾳ μέγαν ἠγάπησε, τὸ καθʼ αὑτὸν ἐν ἀσφαλεῖ θέμενος, προέσθαι τὸ κοινόν·
因为他并非是将带有希望或安逸的名誉与权力让给政敌,而是预见到将军职位中的巨大危险,为了保全自身的安全,宁可选择牺牲国家的共同利益。
§3.3καίτοι ὅ γε Θεμιστοκλῆς, ἵνα μὴ φαῦλος ἄνθρωπος ἐν τοῖς Περσικοῖς καὶ ἄφρων στρατηγήσας ἀπολέσῃ τὴν πόλιν, ἀργυρίῳ τῆς ἀρχῆς ἀπέστησεν αὐτόν, καὶ Κάτων, ὅτε μάλιστα ἑώρα πράγματα καὶ κινδύνους ἔχουσαν ὑπὲρ τῆς· πόλεως τὴν δημαρχίαν, μετῆλθεν·
然而,地米斯托克利为了不让一个无能而愚蠢的人在波斯战争中担任将军而毁灭城邦,用金钱贿赂使其放弃了指挥权;而卡托则在看到护民官职位为城邦带来最大麻烦和危险的时候,毅然竞选了这一职务。
§3.4ὁ δʼ αὑτὸν ἐπὶ τὴν Μίνῳαν καὶ Κύθηρα καὶ Μηλίους τοὺς ταλαιπώρους φυλάττων στρατηγόν, εἰ δὲ δέοι μάχεσθαι Λακεδαιμονίοις, ἀποδυόμενος τὴν χλανύδα καὶ τῇ Κλέωνος ἀπειρίᾳ καὶ θρασύτητι ναῦς καὶ ἄνδρας καὶ ὅπλα καὶ στρατηγίαν ἐμπειρίας ἄκρας δεομένην παραδιδούς, οὐ τὴν ἑαυτοῦ προΐεται δόξαν, ἀλλὰ τὴν τῆς πατρίδος ἀσφάλειαν καὶ σωτηρίαν.
而他却把自己的将军身份保留给针对米诺阿、基西拉和可怜的米洛斯人的行动,而一旦需要与斯巴达人作战,他就脱下将军的斗篷,将船只、士兵、武器以及需要极高经验的指挥权,拱手让给缺乏经验又傲慢无礼的克里昂,他这不是抛弃了他个人的名誉,而是抛弃了祖国的安全与拯救。
§3.5ὅθεν ὕστερον οὐχ ἑκὼν οὐδὲ βουλόμενος Συρακουσίοις πολεμεῖν ἠναγκάζετο, δοκῶν οὐ λογισμῷ τοῦ συμφέροντος, ἀλλὰ ῥᾳστώνῃ καὶ μαλακίᾳ τὸ παρʼ αὑτὸν ἀποστερεῖν Σικελίας τὴν πόλιν.
因此,他后来违背自己的意愿和渴望,被迫与叙拉古人作战,因为人们认为,他不是出于对城邦利益的计算,而是由于自身的安逸和软弱而未能尽职,从而使城邦失去了夺取西西里的机会。
ἐκεῖνο μέντοι μεγάλης ἐπιεικείας σημεῖον, ὅτι δυσχεραίνοντα τὸ πολεμεῖν ἀεὶ καὶ φεύγοντα τὸ στρατηγεῖν οὐκ ἐπαύοντο χειροτονοῦντες ὡς ἐμπειρότατον καὶ βέλτιστον·
然而,这确实也是一个证明他具有极高美德的迹象:尽管他总是厌恶战争,逃避担任将军,但人们依然不曾停止选举他,视他为经验最丰富、最优秀的领袖。
§3.6τῷ δὲ Κράσσῳ παρὰ πάντα τὸν χρόνον ἐφιεμένῳ στρατηγίας οὐχ ὑπῆρξε τυχεῖν, πλὴν ἐπὶ τὸν δουλικὸν πόλεμον ἐξ ἀνάγκης, Πομπηΐου καὶ Μετέλλου καὶ Λουκούλλων ἀμφοτέρων ἀπόντων, καίτοι τότε τιμωμένῳ μάλιστα καὶ δυναμένῳ πλεῖστον, ἀλλʼ, ὡς ἔοικε, καὶ τοῖς σπουδάζουσι περὶ αὑτὸν ἐδόκει κατὰ τὸν κωμικὸν
ἀνὴρ ἄριστος
εἶναι
τἆλλα πλὴν ἐν ἀσπίδι.
相反,尽管克拉苏一生都渴望获得军事指挥权,但他却从未有机会如愿,除了在奴类战争中因迫于无奈——当时庞培、梅特鲁斯以及两位卢库鲁斯都在外地;然而,当时他正处于极受尊崇、实力最强盛的时期。 但似乎,即使是那些热心支持他的人,也觉得他正如喜剧作家所说的那样,是“除了手持盾牌作战之外,在其他所有方面都最优秀的人”。
§3.7καὶ τοῦτο Ῥωμαίους οὐδὲν ὤνησεν ἐκβιασθέντας ὑπὸ τῆς φιλαρχίας αὐτοῦ καὶ φιλοτιμίας.
而这对于被他的权欲和野心所挟持的罗马人来说,没有任何益处。
Ἀθηναῖοι μὲν γὰρ ἄκοντα Νικίαν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. Ῥωμαίους δὲ Κράσσος ἄκοντας ἐξήγαγεν· καὶ διὰ μὲν τοῦτον ἡ πόλις, ἐκεῖνος δὲ διὰ τὴν πόλιν ἠτύχησεν.
因为雅典人是在尼基阿斯不情愿的情况下送他去参战,而克拉苏是在罗马人不情愿的情况下带他们去参战;因此,由于后者(克拉苏)使城邦遭遇不幸,而由于城邦使前者(尼基阿斯)遭遇不幸。