§1.1ἐν δὲ τῇ συγκρίσει πρῶτον ὁ Νικίου πλοῦτος τῷ Κράσσου παραβαλλόμενος ἀμεμπτοτέραν ἔχει τὴν κτῆσιν.
在这项比较中,首先,尼基阿斯的财富与克拉苏的财富相比,在获取方式上较少受到非议。
ἄλλως μὲν γὰρ οὐκ ἄν τις δοκιμάσειε τὴν ἀπὸ μετάλλων ἐργασίαν, ἧς τὰ πλεῖστα περαίνεται διὰ κακούργων ἢ βαρβάρων, ἐνίων δεδεμένων καὶ φθειρομένων ἐν τόποις ὑπούλοις καὶ νοσεροῖς· παραβαλλομένη δὲ πρὸς τὰ Σύλλα δημιόπρατα καὶ τὰς περὶ τὸ πῦρ ἐργολαβίας, ἐπιεικεστέρα φανεῖται.
因为一般说来,人们不会赞赏矿山中的劳动,其中大部分是由罪犯或外邦人完成的,其中有些人被捆绑并在阴暗且多病疫的地方衰弱而死;但如果将其与苏拉的没收财产竞卖以及与火灾相关的承包业务相比,它就显得更为温和。
§1.2ταύταις γὰρ ὁ Κράσσος ἀναφανδὸν ὡς τῷ γεωργεῖν ἐχρῆτο καὶ τῷ δανείζειν· ἃ δὲ ἔξαρνος ἦν ἐλεγχόμενος, ἐπὶ κέρδεσιν ἐν βουλῇ λέγειν καὶ τοὺς συμμάχους ἀδικεῖν καὶ γύναια περιιὼν κολακεύειν καὶ συνεπικρύπτειν τοὺς πονηρούς, τούτων αἰτίαν οὐδὲ ψευδῆ ποτε Νικίας ἔλαβεν, ἄλλως δὲ διδοὺς καὶ προϊέμενος ἀργύριον ὑπὸ δειλίας τοῖς συκοφάνταις ἐχλευάζετο, πρᾶγμα ποιῶν Περικλεῖ μὲν ἴσως καὶ Ἀριστείδῃ μὴ πρέπον, αὐτῷ δʼ ἀναγκαῖον οὐκ εὖ πεφυκότι πρὸς τὸ θαρρεῖν.
因为克拉苏公开地把这些事情当作农业和放贷一样来经营;至于他在受到指控时予以否认的那些事——为了利益在元老院发言、不公正地对待盟友、到处讨好妇女、以及协同隐瞒恶人的行径——尼基阿斯甚至从未受到过有关这些事情的虚假指控。 相反,尼基阿斯因为胆怯而将银钱送给并让渡给告密者而遭到嘲笑,这种行为对伯里克利和阿里斯提德来说也许是不相称的,但对于天生不擅长展现勇气的人而言却是不可避免的。
§1.3ᾧ καὶ Λυκοῦργος ὕστερον ὁ ῥήτωρ ἐπαρρησιάσατο πρὸς τὸν δῆμον, αἰτίαν ἔχων ἐξωνήσασθαί τινα τῶν συκοφαντῶν· ἥδομαι γάρ,
εἶπεν,
εἰ τοσοῦτον χρόνον πεπολιτευμένος παρʼ ὑμῖν διδοὺς πεφώραμαι πρότερον ἢ λαμβάνων.
关于这一点,后来的演说家吕库古在被指控买通一名告密者时,也对民众坦率地说道: “因为我感到高兴,” 他说, “如果在我为你们服务了这么长的时间之后,被发现是给予者而不是接受者。
§1.4τὴν δὲ ταῖς δαπάναις πολιτικώτερος μὲν ὁ Νικίας ἀναθήμασι καὶ γυμνασιαρχίαις καὶ διδασκαλίαις χορῶν φιλοτιμούμενος, ὧν δʼ ὁ Κράσσος ἀνάλωσεν ἑστιάσας ἅμα τοσαύτας μυριάδας ἀνθρώπων, εἶτα θρέψας πάλιν, οὐδὲν ἦν μέρος ἃ Νικίας ἐκέκτητο σὺν οἷς ἀνάλωσεν, ὥστε θαυμάζειν, εἴ τινα λέληθε τὸ τὴν κακίαν ἀνωμαλίαν εἶναί τινα τρόπου καὶ ἀνομολογίαν, ὁρῶντα τοὺς αἰσχρῶς συλλέγοντας εἶτʼ ἀχρήστως ἐκχέοντας.
” 另一方面,在支出方面,尼基阿斯更具公民精神,他在神庙奉献、体育祭赞助以及唱诗班培训中竞逐荣誉。 然而,克拉苏在一次宴请如此多万人口,随后又供养他们所花费的资财,相比之下,尼基阿斯所拥有的一切加上他所花费的,甚至还不及克拉苏开销的一个零头。 因此,如果有人没有注意到邪恶乃是性格的一种不均衡与不一致,那真是令人惊异,因为他们眼睁睁看着这些人以卑劣手段搜刮财富,随后又毫无用处地挥霍掉。