§5.1τὰ δʼ ἄλλα πάντα τοῦ ἤθους ἀγαστὰ καὶ γενναῖα τοῦ Κίμωνος.
在人品的所有其他方面,西蒙都是令人赞赏和高贵的。
οὔτε γὰρ τόλμῃ Μιλτιάδου λειπόμενος οὔτε συνέσει Θεμιστοκλέους, δικαιότερος ἀμφοῖν ὁμολογεῖται γενέσθαι, καὶ ταῖς πολεμικαῖς οὐδὲ μικρὸν ἀποδέων ἀρεταῖς ἐκείνων ἀμήχανον ὅσον ἐν ταῖς πολιτικαῖς ὑπερβαλέσθαι νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος.
因为他既不逊色于米尔提亚德斯的大胆,也不亚于塞米斯托克勒斯的聪慧,公认比他们两人都更为正直;而在军事才能上他毫不逊色于他们,在政治事务上,尽管当时还年轻且毫无战争经验,他却公认极其惊人地超越了他们。
§5.2ὅτε γὰρ τὸν δῆμον ἐπιόντων Μήδων Θεμιστοκλῆς ἔπειθε προέμενον τὴν πόλιν καὶ τὴν χώραν ἐκλιπόντα πρὸ τῆς Σαλαμῖνος ἐν ταῖς ναυσὶ τὰ ὅπλα θέσθαι καὶ διαγωνίσασθαι κατὰ θάλατταν, ἐκπεπληγμένων τῶν πολλῶν τὸ τόλμημα πρῶτος Κίμων ὤφθη διὰ τοῦ Κεραμεικοῦ φαιδρὸς ἀνιὼν εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑταίρων ἵππου τινὰ χαλινὸν ἀναθεῖναι τῇ θεῷ, διὰ χειρῶν κομίζων, ὡς οὐδὲν ἱππικῆς ἀλκῆς, ἀλλὰ ναυμάχων ἀνδρῶν ἐν τῷ παρόντι τῆς πόλεως δεομένης.
因为在波斯人入侵时,塞米斯托克勒斯说服民众放弃城市、离开国土,在萨拉米斯前登船并于海上决一死战,在大多数人对这一大胆计划感到震惊和恐惧时,西蒙却首先被看见带着同伴,面容欢愉地穿过凯拉米克斯,登上雅典卫城,手中拿着一根马缰绳,准备献给女神;以此表明,城邦此时所需要的根本不是骑兵的武勇,而是进行海战的战士。
§5.3ἀναθεὶς δὲ τὸν χαλινὸν καὶ λαβὼν ἐκ τῶν περὶ τὸν ναὸν κρεμαμένων ἀσπίδων, καὶ προσευξάμενος τῇ θεῷ, κατέβαινεν ἐπὶ θάλασσαν, οὐκ ὀλίγοις ἀρχὴ τοῦ θαρρεῖν γενόμενος.
他献上了缰绳,从神殿周围悬挂着的盾牌中取下一面,向女神祈祷后,便朝海边走去,这成为了不少人鼓起勇气的开端。
ἦν δὲ καὶ τὴν ἰδέαν οὐ μεμπτός, ὡς Ἴων ὁ ποιητής φησιν, ἀλλὰ μέγας, οὔλῃ καὶ πολλῇ τριχὶ κομῶν τὴν κεφαλήν.
正如诗人伊翁所说,他的容貌也无可挑剔,身材高大,头蓄卷曲而浓密的头发。
φανεὶς δὲ καὶ κατʼ αὐτὸν τὸν ἀγῶνα λαμπρὸς καὶ ἀνδρώδης ταχὺ δόξαν ἐν τῇ πόλει μετʼ εὐνοίας ἔσχεν, ἀθροιζομένων πολλῶν πρὸς αὐτὸν καὶ παρακαλούντων ἄξια τοῦ Μαραθῶνος ἤδη διανοεῖσθαι καὶ πράσσειν.
在战斗本身中他也表现得光彩夺目且英勇非凡,迅速在城邦中赢得了伴随着好感的名声,许多人聚集到他身边,劝勉他要以配得上马拉松战役的方式去思考和行动。
§5.4ὁρμήσαντα δʼ αὐτὸν ἐπὶ τὴν πολιτείαν ἄσμενος ὁ δῆμος ἐδέξατο, καὶ μεστὸς ὢν τοῦ Θεμιστοκλέους ἀνῆγε πρὸςτὰς μεγίστας ἐν τῇ πόλει τιμὰς καὶ ἀρχάς, εὐάρμοστον ὄντα καὶ προσφιλῆ τοῖς πολλοῖς διὰ πρᾳότητα καὶ ἀφέλειαν.
当他投身于政治生涯时,民众欣然接纳了他,且由于对塞米斯托克勒斯感到厌烦,便将他提升至城邦中最高的荣誉和官职,因为他因温和与朴实而易与大众相处且深受大众喜爱。
οὐχ ἥκιστα δὲ αὐτὸν ηὔξησεν Ἀριστείδης ὁ Λυσιμάχου, τὴν εὐφυΐαν ἐνορῶν τῷ ἤθει, καὶ ποιούμενος οἷον ἀντίπαλον πρὸς τὴν Θεμιστοκλέους δεινότητα καὶ τόλμαν.
而最有力地提升他的人,莫过于吕西马科斯之子阿里斯泰德,他洞察到西蒙性格中的优秀资质,并将其培养为对抗塞米斯托克勒斯那般机敏与大胆的对手。