§6.1ἐπεὶ δὲ Μήδων φυγόντων ἐκ τῆς Ἑλλάδος ἐπέμφθη στρατηγός, κατὰ θάλατταν οὔπω τὴν ἀρχὴν Ἀθηναίων ἐχόντων, ἔτι δὲ Παυσανίᾳ τε καὶ Λακεδαιμονίοις ἑπομένων, πρῶτον μὲν ἐν ταῖς στρατείαις ἀεὶ παρεῖχε τοὺς πολίτας κόσμῳ τε θαυμαστοὺς καὶ προθυμίᾳ πολὺ πάντων διαφέροντας·
当波斯人从希腊败退之后,西蒙被派任为将军,此时雅典人尚未掌握海上霸权,仍在追随保萨尼亚斯和拉刻代蒙人。 首先,在历次远征中,他总是使自己的公民同胞在纪律上令人叹服,在热忱上远超所有人。
§6.2ἔπειτα Παυσανίου τοῖς μὲν βαρβάροις διαλεγομένου περὶ προδοσίας καὶ βασιλεῖ γράφοντος ἐπιστολάς, τοῖς δὲ συμμάχοις τραχέως καὶ αὐθαδῶς προσφερομένου καὶ πολλὰ διʼ ἐξουσίαν καὶ ὄγκον ἀνόητον ὑβρίζοντος, ὑπολαμβάνων πράως τοὺς ἀδικουμένους καὶ φιλανθρώπως ἐξομιλῶν ἔλαθεν οὐ διʼ ὅπλων τὴν τῆς Ἑλλάδος ἡγεμονίαν, ἀλλὰ λόγῳ καὶ ἤθει παρελόμενος.
其次,当保萨尼亚斯一方面与蛮族暗通款曲企图叛国并向国王写信,另一方面对盟友粗暴傲慢,凭仗权力和愚蠢的虚荣肆意侮辱时,西蒙却温和地接待那些受委屈的人,并以仁慈的态度与他们交往,从而在不知不觉中,不是通过武力,而是通过言论和品格,夺取了希腊的领导权。
§6.3προσετίθεντο γὰρ οἱ πλεῖστοι τῶν συμμάχων ἐκείνῳ τε καὶ Ἀριστείδῃ τὴν χαλεπότητα καὶ ὑπεροψίαν τοῦ Παυσανίου μὴ φέροντες.
因为大多数盟友无法忍受保萨尼亚斯的严苛与傲慢,纷纷归附了他和阿里斯泰德。
οἱ δὲ καὶ τούτους ἅμα προσήγοντο καὶ τοῖς ἐφόροις πέμποντες ἔφραζον, ὡς ἀδοξούσης τῆς Σπάρτης καὶ ταραττομένης τῆς Ἑλλάδος, ἀνακαλεῖν τὸν Παυσανίαν.
而他们两人在争取这些同盟者的同时,也派人向监察官报告,指出斯巴达名誉扫地,希腊陷入混乱,要求召回保萨尼亚斯。
§6.4λέγεται δὲ παρθένον τινὰ Βυζαντίαν ἐπιφανῶν γονέων, ὄνομα Κλεονίκην, ἐπʼ αἰσχύνῃ τοῦ Παυσανίου μεταπεμπομένου, τοὺς μὲν γονεῖς ὑπʼ ἀνάγκης καὶ φόβου προέσθαι τὴν παῖδα, τὴν δὲ τῶν πρὸ τοῦ δωματίου δεηθεῖσαν ἀνελέσθαι τὸ φῶς, διὰ σκότους καὶ σιωπῆς τῇ κλίνῃ προσιοῦσαν ἤδη τοῦ Παυσανίου καθεύδοντος, ἐμπεσεῖν καὶ ἀνατρέψαι τὸ λυχνίον ἄκουσαν·
据说,有一位出身名门、名叫克勒奥妮克的拜占庭处女,当保萨尼亚斯为了凌辱她而派人去召她时,她的父母因被迫和恐惧而交出了女儿;她请求卧室门前的人熄灭灯火,在黑暗与寂静中走向床榻,而此时保萨尼亚斯已经入睡,她却不小心撞倒并打翻了灯台。
§6.5τὸν δʼ ὑπὸ τοῦ ψόφου ταραχθέντα καὶ σπασάμενοντὸ παρακείμενον ἐγχειρίδιον, ὥς τινος ἐπʼ αὐτὸν ἐχθροῦ βαδίζοντος, πατάξαι καὶ καταβαλεῖν τὴν παρθένον, ἐκ δὲ τῆς πληγῆς ἀποθανοῦσαν αὐτὴν οὐκ ἐᾶν τὸν Παυσανίαν ἡσυχάζειν, ἀλλὰ νύκτωρ εἴδωλον αὐτῷ φοιτῶσαν εἰς τὸν ὕπνον ὀργῇ λέγειν τόδε τὸ ἡρῷον· "
στεῖχε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις.
他被声响惊醒,拔出放在身旁的匕首,以为有敌人朝自己逼近,便刺中并击倒了这名处女。 她因这一击而死,却不让保萨尼亚斯安宁,而是夜间化作幻影潜入他的梦中,愤怒地念出这句英雄诗: "“走向正义的审判吧;傲慢对于人类实属大祸。
"
ἐφʼ ᾧ καὶ μάλιστα χαλεπῶς ἐνεγκόντες οἱ σύμμαχοι μετὰ τοῦ Κίμωνος ἐξεπολιόρκησαν αὐτόν.
” "盟友们对此极为愤慨,便与西蒙一同包围并驱逐了他。
§6.6ὁ δʼ ἐκπεσὼν τοῦ Βυζαντίου καὶ τῷ φάσματι ταραττόμενος, ὡς λέγεται, κατέφυγε πρὸς τὸ νεκυομαντεῖον εἰς Ἡράκλειαν, καὶ τὴν ψυχὴν ἀνακαλούμενος τῆς Κλεονίκης παρῃτεῖτο τὴν ὀργήν.
保萨尼亚斯被逐出拜占庭后,据传因受幻影折磨,逃到了赫拉克利亚的亡灵神谕所,召唤克勒奥妮克的灵魂,祈求宽恕。
ἡ δʼ εἰς ὄψιν ἐλθοῦσα ταχέως ἔφη παύσεσθαι τῶν κακῶν αὐτὸν ἐν Σπάρτῃ γενόμενον, αἰνιττομένη, ὡς ἔοικε, τὴν μέλλουσαν αὐτῷ τελευτήν.
她显灵并对他说,一旦他到达斯巴达,就将很快从痛苦中解脱出来,这似乎是在暗指他即将到来的死亡。
ταῦτα μὲν οὖν ὑπὸ πολλῶν ἱστόρηται.
这些事情确实已被许多历史学家所记载。