Humanitext Reader

普鲁塔克 · 客蒙传 §4.1-4.9

西蒙的家世门第与年轻时的品行传闻

第 4 段,共 19 段 · 希腊语

内容简介

本章节记述了西蒙高贵的母系血统及其与历史学家修昔底德的亲戚关系,并叙述了其年轻时的恶名、与姐妹埃尔皮尼克的私通传闻,以及他朴实无华的性格与丰富的女性情史。

§4.1Κίμων ὁ Μιλτιάδου μητρὸς ἦν Ἡγησιπύλης, γένος Θρᾴττης, θυγατρὸς Ὀλόρου τοῦ βασιλέως, ὡς ἐν τοῖς Ἀρχελάου καὶ Μελανθίου ποιήμασιν εἰς αὐτὸν Κίμωνα γεγραμμένοις ἱστόρηται.
米尔提亚德斯之子西蒙,其母为赫革西皮勒,她是色雷斯裔,是国王奥洛鲁斯之女,正如阿耳克拉奥斯与梅兰提乌斯为西蒙本人所写的诗作中记载的那样。
διὸ καὶ Θουκυδίδης ὁ ἱστορικὸς τοῖς περὶ Κίμωνα κατὰ γένος προσήκων Ὀλόρου τε πατρὸς ἦν, εἰς τὸν πρόγονον ἀναφέροντος τὴν ὁμωνυμίαν, καὶ τὰ χρυσεῖα περὶ τὴν Θρᾴκην ἐκέκτητο.
因此,历史学家修昔底德也在家族血统上与西蒙相通,其父亦名为奥洛鲁斯(这一同名可追溯到其先祖),并且他在色雷斯一带拥有金矿。
§4.2καὶ τελευτῆσαι μὲν ἐν τῇ Σκαπτῇ ὓλῃ (τοῦτο δʼ ἔστι τῆς Θρᾴκης χωρίον)̓ λέγεται φονευθεὶς ἐκεῖ, μνῆμα δʼ αὐτοῦ τῶν λειψάνων εἰς τὴν Ἀττικὴν κομισθέντων ἐν τοῖς Κιμωνείοις δείκνυται παρὰ τὸν Ἐλπινίκης τῆς Κίμωνος ἀδελφῆς τάφον.
据说他(修昔底德)在斯卡普特·许勒(这是色雷斯的一个地方)被杀身亡,而他的遗骸被运回阿提卡后的墓碑,就展示在“西蒙家族墓地”中,靠近西蒙的姐妹埃尔皮尼克的坟墓。
ἀλλὰ Θουκυδίδης μὲν Ἁλιμούσιος γέγονε τῶν δήμων, οἱ δὲ περὶ τὸν Μιλτιάδην Λακιάδαι.
不过,修昔底德在行政区划上属于哈利穆斯区,而米尔提亚德斯一族则属于拉基亚代区。
§4.3Μιλτιάδης μὲν οὖν πεντήκοντα ταλάντων ὀφλὼν δίκην καὶ πρὸς τὴν ἔκτισιν εἱρχθεὶς ἐτελεύτησεν ἐν τῷ δεσμωτηρίῳ, Κίμων δὲ μειράκιον παντάπασιν ἀπολειφθεὶς μετὰ τῆς ἀδελφῆς ἔτι κόρης οὔσης καὶ ἀγάμου τὸν πρῶτον ἠδόξει χρόνον ἐν τῇ πόλει καὶ κακῶς ἤκουεν ὡς ἄτακτος καὶ πολυπότης καὶ τῷ πάππῳ Κίμωνι προσεοικὼς τὴν φύσιν, ὃν διʼ εὐήθειάν φασι Κοάλεμον προσαγορευθῆναι.
且说米尔提亚德斯因被判处五十塔兰同的罚金且为支付而被监禁,死于狱中;而西蒙当时完全是个少年,与尚为处女且未婚的姐妹留在一起,起初他在城邦中名声不显,并因不守规矩和大酒大肉而被冠以恶名,在天性上酷似其祖父西蒙(据说其祖父因愚钝而被人们称为“科阿莱莫斯”,即“愚人”)。
§4.4Στησίμβροτος δʼ ὁ Θάσιος περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον τῷ Κίμωνι γεγονώς φησιν αὐτὸν οὔτε μουσικὴν οὔτε ἄλλο τι μάθημα τῶν ἐλευθερίων καὶ τοῖς Ἕλλησιν ἐπιχωριαζόντων ἐκδιδαχθῆναι, δεινότητός τε καὶ στωμυλίας Ἀττικῆς ὅλως ἀπηλλάχθαι, καὶ τῷ τρόπῳ πολὺ τὸ γενναῖον καὶ ἀληθὲς ἐνυπάρχειν, καὶ μᾶλλον εἶναι Πελοποννήσιον τὸ σχῆμα τῆς ψυχῆς τοῦ ἀνδρός, " φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν, " κατὰ τὸν Εὐριπίδειον Ἡρακλέα· ταῦτα γὰρ ἔστι τοῖς ὑπὸ τοῦ Στησιμβρότου γεγραμμένοις ἐπειπεῖν.
萨索斯的斯帖辛布罗托斯与西蒙大致同时代,他说西蒙既未学习过音乐,也未学习过其他任何在希腊人中流行的自由民教养,而且完全没有阿提卡式的机智和能言善辩,但他的性格中蕴含着许多高贵与真诚,其灵魂的格局更接近于伯罗奔尼撒人,“朴实,无华,在最伟大的事情上是善良的,” 正如欧里庇得斯笔下的赫拉克勒斯那样;因为这些诗句正可以加在斯帖辛布罗托斯所写的内容之后。
§4.5ἔτι δὲ νέος ὢν αἰτίαν ἔσχε πλησιάζειν τῇ ἀδελφῇ.
此外,他年轻时还曾被指控与他的姐妹私通。
καὶ γὰρ οὐδʼ ἄλλως τὴν Ἐλπινίκην εὔτακτόν τινα γεγονέναι λέγουσιν, ἀλλὰ καὶ πρὸς Πολύγνωτον ἐξαμαρτεῖν τὸν ζῳγράφον· καὶ διὰ τοῦτό φασιν ἐν τῇ Πεισιανακτείῳ τότε καλουμένῃ, Ποικίλῃ δὲ νῦν στοᾷ, γράφοντα τὰς Τρῳάδας τὸ τῆς Λαοδίκης ποιῆσαι πρόσωπον ἐν εἰκόνι τῆς Ἐλπινίκης.
因为人们说埃尔皮尼克本身也并非品行端正之人,甚至还与画家波留格诺托斯私通;据说也正因如此,当波留格诺托斯在当时被称为“佩西亚纳克特奥斯”,而今被称为“彩画廊”的柱廊中绘制《特洛伊妇女》时,他将拉奥狄克的面容画成了埃尔皮尼克的模样。
§4.6ὁ δὲ Πολύγνωτος οὐκ ἦν τῶν βαναύσων οὐδʼ ἀπʼ ἐργολαβίας ἔγραφε τὴν στοάν, ἀλλὰ προῖκα, φιλοτιμούμενος πρὸς τὴν πόλιν, ὡς οἵ τε συγγραφεῖς ἱστοροῦσι καὶ Μελάνθιος ὁ ποιητὴς λέγει τὸν τρόπον τοῦτον· " αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησʼ ἡμιθέων ἀρεταῖς.
然而,波留格诺托斯并非卑微的工匠,他画这个柱廊也不是为了承包工程赚钱,而是出于对城邦的荣誉感而免费绘制的,正如历史学家们所记载,诗人梅兰提乌斯也以这种方式吟诵道:“因他自费以半神们的武勋,装点了诸神的殿宇和塞克罗皮亚的广场。
" §4.7εἰσὶ δʼ οἳ τὴν Ἐλπινίκην οὐ κρύφα τῷ Κίμωνι, φανερῶς δὲ γημαμένην συνοικῆσαι λέγουσιν, ἀξίου τῆς εὐγενείας νυμφίου διὰ τὴν πενίαν ἀποροῦσαν· ἐπεὶ δὲ Καλλίας τῶν εὐπόρων τις Ἀθήνησιν ἐρασθεὶς προσῆλθε τὴν ὑπὲρ τοῦ πατρὸς καταδίκην ἐκτίνειν ἕτοιμος ὢν πρὸς τὸ δημόσιον, αὐτήν τε πεισθῆναι καὶ τὸν Κίμωνα τῷ Καλλίᾳ συνοικίσαι τὴν Ἐλπινίκην.
” 但也有人说,埃尔皮尼克并不是秘密地,而是公开作为西蒙的妻子与他生活在一起,因为她因贫穷而陷入困境,找不到配得上其高贵出身的新郎;但当雅典富豪之一卡里阿斯爱上了她,并前来表示愿意向国库偿还其父的罚款时,她自己被说服了,西蒙也将埃尔皮尼克嫁给了卡里阿斯。
§4.8οὐ μὴν ἀλλὰ καὶ ὅλως φαίνεται τοῖς περὶ τὰς γυναῖκας ἐρωτικοῖς ὁ Κίμων ἔνοχος γενέσθαι.
尽管如此,西蒙显然在对待女性的感情上极易动情。
καὶ γὰρ Ἀστερίας τῷ γένει Σαλαμινίας καὶ πάλιν Μνήστρας τινὸς ὁ ποιητὴς Μελάνθιος μνημονεύει πρὸς τὸν Κίμωνα παίζων διʼ ἐλεγείας, ὡς σπουδαζομένων ὑπʼ αὐτοῦ.
因为诗人梅兰提乌斯在取笑西蒙的哀歌诗中,提到了出身萨拉米斯的阿斯忒里亚,以及一个叫姆涅斯特拉的女子,作为他热切追求的对象。
§4.9δῆλος δʼ ἐστὶ καὶ πρὸς Ἰσοδίκην τὴν Εὐρυπτολέμου μὲν θυγατέρα τοῦ Μεγακλέους, κατὰ νόμους δʼ αὐτῷ συμβιώσασαν ὁ Κίμων ἐμπαθέστερον διατεθεὶς καὶ δυσφορήσας ἀποθανούσης, εἴ τι δεῖ τεκμαίρεσθαι ταῖς γεγραμμέναις ἐπὶ παρηγορίᾳ τοῦ πένθους ἐλεγείαις πρὸς αὐτόν, ὧν Παναίτιος ὁ φιλόσοφος οἴεται ποιητὴν γεγονέναι τὸν φυσικὸν Ἀρχέλαον, οὐκ ἀπὸ τρόπου τοῖς χρόνοις εἰκάζων.
显然,西蒙对麦加克勒斯之子欧留普托勒莫斯之女、依法与他共同生活的伊索狄克也怀有更深沉的感情,并在她去世时极度悲伤,如果必须根据为抚慰他的悲痛而写给他的哀歌来做推断的话。 哲学家巴奈提乌斯认为这些诗作的作者是自然哲学家阿耳克拉奥斯,从时间上推测,这一看法并非没有道理。

词汇与语法注释

  1. §4.1μητρὸς ἦν Ἡγησιπύλης — 属格名词 μητρός 与 ἦν 连用,表示主语的亲属关系(“以赫革西皮勒为母”)。Ἡγη西皮勒是属格专有名词,作 μητρός 的同格语。
  2. §4.1εἰς τὸν πρόγονον ἀναφέροντος τὴν ὁμωνυμίαν — 现在分词属格 ἀναφέροντος(源自 ἀναφέρω)修饰名词 Ὀλόρου,表示其父奥洛鲁斯(修昔底德之父)将其同名追溯至其先祖(即西蒙的外祖父奥洛鲁斯国王)。
  3. §4.3πεντήκοντα ταλάντων ὀφλὼν δίκην — 价格或价值属格 πεντήκοντα ταλάντων 修饰分词 ὀφλών(源自 ὀφλισκάνω,意为承担判决或刑罚)的宾语 δίκην,用以表示罚金的数额,即“被判处五十塔兰同的罚金”。
  4. §4.4ταῦτα γὰρ ἔστι τοῖς ὑπὸ τοῦ Στησιμβρότου γεγραμμένοις ἐπειπεῖν — 无人称动词 ἔστι(可以、能够)与与格 τοῖς ... γεγραμμένοις(斯帖辛布罗托斯所写的内容)及不定式 ἐπειπεῖν(附加、补充)连用,意为“可以将这些话加在斯帖辛布罗托斯所写的内容之后”。
  5. §4.9δῆλος δʼ ἐστὶ... ὁ Κίμων ἐμπαθέστερον διατεθεῖς — 这是一个主动态人称句式,形容词 δῆλος 与系动词 ἐστί 及主格分词 διατεθείς(源自 διατίθημι)连用,意为“显然西蒙怀有深厚的感情”,等同于无人称句式 δῆλόν ἐστιν ὅτι(显然……)。

引用这一段

普鲁塔克, 客蒙传 §4.1-4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:4.1-4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。