Humanitext Reader

普鲁塔克 · 客蒙传 §14.1-14.4

征服赫尔松尼苏斯与萨索斯及受贿审判

第 14 段,共 19 段 · 希腊语

内容简介

西蒙从赫尔松尼苏斯驱逐了波斯人,并征服萨索斯岛以扩张雅典领土,但此后因未侵入马其顿而被怀疑受贿,因而遭到起诉受审。

§14.1ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο τὴν Χερρόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν ἐπεκαλοῦντο καταφρονοῦντες τοῦ Κίμωνος μετʼ ὀλίγων παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμήσας ἐπʼ αὐτοὺς τέσσαρσι μὲν ναυσὶ τρισκαίδεκα τὰς ἐκείνων ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατήσας τῶν Θρᾳκῶν πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν Χερρόνησον.
当一部分波斯人不想离开赫尔松尼苏斯,反而招引了上方的色雷斯人,以此蔑视仅率极少数三段击桨战船从雅典出航的西蒙时,西蒙率领四艘船向他们发起进攻,夺取了敌方的十三艘船。 在驱逐波斯人并战胜色雷斯人之后,他将整个赫尔松尼苏斯收归己方城邦。
§14.2ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάντας Ἀθηναίων καταναυμαχήσας τρεῖς καὶ τριάκοντα ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυσεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν, ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν.
此后,在海战中击败从雅典人那里叛离的萨索斯人,夺取了三十三艘船,包围并攻陷了其城市,为雅典人夺得了对岸的金矿,并占领了萨索斯人曾经统治的土地。
ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρασχόν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην ἔφυγε τῶν ἐχθρῶν συστάντων ἐπʼ αὐτόν.
从那里原本可以轻易侵入马其顿并割占其大片领土,正如人们所认为的那样,但由于他不愿意这样做,因而被指控接受了亚历山大国王的贿赂,并且在敌人联合起来反对他时被控上法庭。
§14.3ἀπολογούμενος δὲ πρὸς τοὺς δικαστὰς οὐκ Ἰώνων ἔφη προξενεῖν οὐδὲ Θεσσαλῶν, πλουσίων ὄντων, ὥσπερ ἑτέρους, ἵνα θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ Λακεδαιμονίων, μιμούμενος καὶ ἀγαπῶν τὴν παρʼ αὐτοῖς εὐτέλειαν καὶ σωφροσύνην, ἧς οὐδένα προτιμᾶν πλοῦτον, ἀλλὰ πλουτίζων ἀπὸ τῶν πολεμίων τὴν πόλιν ἀγάλλεσθαι.
在向法官们自辩时,他说自己并不像其他人那样,为了受到巴结和获取财物而担任富裕的伊奥尼亚人或色雷斯人的代理人,而是担任拉刻代蒙人的代理人,因为他效仿并热爱他们之间的质朴与节制,他认为任何财富都不能比这更宝贵,反而以通过敌人的战利品使自己的城邦富裕为荣。
§14.4μνησθεὶς δὲ τῆς κρίσεως ἐκείνης ὁ Στησίμβροτός φησι τὴν Ἐλπινίκην ὑπὲρ τοῦ Κίμωνος δεομένην ἐλθεῖν ἐπὶ τὰς θύρας τοῦ Περικλέους (οὗτος γὰρ ἦν τῶν κατηγόρων ὁ σφοδρότατος), τὸν δὲ μειδιάσαντα γραῦς εἶ, φάναι, γραῦς, ὦ Ἐλπινίκη, ὡς τηλικαῦτα διαπράττεσθαι πράγματα·
斯代辛布罗托斯在提到那场审判时说,埃尔皮尼刻为了替西蒙求情而来到伯里克利(因为他是最激烈的控告者)的门前,而伯里克利微笑着说:“埃尔皮尼刻,你是个老妇人,太老了,不适合处理如此重大的事务。
πλὴν ἔν γε τῇ δίκῃ πρᾳότατον γενέσθαι τῷ Κίμωνι καὶ πρὸς τὴν κατηγορίαν ἅπαξ ἀναστῆναι μόνον, ὥσπερ ἀφοσιούμενον.
” 然而在实际审判中,他对西蒙表现得极为温和,仅起立控告过一次,仿佛只是在例行公事一般。

词汇与语法注释

  1. 14.1καταφρονοῦντες τοῦ Κίμωνος μετʼ ὀλίγων παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος — 分词 ἐκπεπλευκότος(完成时主动属格)既可以解释为与受 καταφρονοῦντες 支配的属格宾语 τοῦ Κίμωνος 一致的形容词性用法,也可以解释为属格绝对结构(genitive absolute)。这两种解释在语义上几乎没有差别,都表明敌人因西蒙仅率极少数舰队从雅典出航而蔑视他。
  2. 14.2παρασχόν — 这是由无人称动词 παρέχει(可能、提供机会)的对格绝对结构(accusative absolute)现在分词中性单数形式。它带有一种让步的语气(“尽管有可能”),不定式短语 ῥᾳδίως ἐπιβῆναι... καὶ πολλὴν ἀποτεμέσθαι 是其逻辑主语。
  3. 14.2δίκην ἔφυγε — 法庭用语的习惯表达。动词 φεύγω 在此并不表示“逃跑”,而是作为法律术语表示“成为被告”或“被起诉”,与 δίκην(诉讼)连用表示“作为被告出庭受审”。其反义词是表示作为原告提起诉讼的 δίκην διώκω。
  4. 14.4ὡς τηλικαῦτα διαπράττεσθαι πράγματα — 这是 ὡς 连用不定式表示结果或限制主体能力的结构。紧接在前文的“你是个老妇人(γραῦς εἶ)”之后,传达了伯里克利的讽刺意味,即埃尔皮尼刻年纪太大,不适合处理或完成如此重大的事务。
  5. 14.4ὥσπερ ἀφοσιούμενον — 分词 ἀφοσιούμενον(现在时中动/被动对格中性单数)源自“驱除不祥或履行洗礼”的本义,在此作习惯用语,表示“仅为了应付形式、履行例行义务”。它描写了伯里克利对西蒙的控告并非出于真正的敌意,而仅仅是作为控告者履行程序性的敷衍。

引用这一段

普鲁塔克, 客蒙传 §14.1-14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:14.1-14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。