§14.1ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο τὴν Χερρόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν ἐπεκαλοῦντο καταφρονοῦντες τοῦ Κίμωνος μετʼ ὀλίγων παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμήσας ἐπʼ αὐτοὺς τέσσαρσι μὲν ναυσὶ τρισκαίδεκα τὰς ἐκείνων ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατήσας τῶν Θρᾳκῶν πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν Χερρόνησον.
When some of the Persians did not wish to leave the Chersonese, but even called upon the Thracians from above, despising Cimon who had sailed out from Athens with altogether few triremes, he rushed against them with four ships and captured thirteen of theirs; then, having driven out the Persians and conquered the Thracians, he made the whole Chersonese belonging to his city.
§14.2ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάντας Ἀθηναίων καταναυμαχήσας τρεῖς καὶ τριάκοντα ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυσεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν, ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν.
After this, having defeated the Thasians who had revolted from the Athenians in a sea-fight, he captured thirty-three ships and besieged and took their city, acquired the gold mines on the opposite mainland for the Athenians, and took possession of the territory which the Thasians used to rule.
ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρασχόν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην ἔφυγε τῶν ἐχθρῶν συστάντων ἐπʼ αὐτόν.
Although it was easy from there, as it seemed, to invade Macedonia and cut off a large part of it, because he was unwilling, he was accused of having been bribed by King Alexander, and faced trial when his enemies conspired against him.
§14.3ἀπολογούμενος δὲ πρὸς τοὺς δικαστὰς οὐκ Ἰώνων ἔφη προξενεῖν οὐδὲ Θεσσαλῶν, πλουσίων ὄντων, ὥσπερ ἑτέρους, ἵνα θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ Λακεδαιμονίων, μιμούμενος καὶ ἀγαπῶν τὴν παρʼ αὐτοῖς εὐτέλειαν καὶ σωφροσύνην, ἧς οὐδένα προτιμᾶν πλοῦτον, ἀλλὰ πλουτίζων ἀπὸ τῶν πολεμίων τὴν πόλιν ἀγάλλεσθαι.
In making his defense before the judges, he said that he was not a proxenos of the Ionians or the Thessalians, who were wealthy, as others were, in order to be courted and to receive gifts, but of the Lacedaemonians, because he imitated and loved the simplicity and moderation among them, which he valued above any wealth, and rather rejoiced in enriching his city from the enemies.
§14.4μνησθεὶς δὲ τῆς κρίσεως ἐκείνης ὁ Στησίμβροτός φησι τὴν Ἐλπινίκην ὑπὲρ τοῦ Κίμωνος δεομένην ἐλθεῖν ἐπὶ τὰς θύρας τοῦ Περικλέους (οὗτος γὰρ ἦν τῶν κατηγόρων ὁ σφοδρότατος), τὸν δὲ μειδιάσαντα
γραῦς εἶ,
φάναι,
γραῦς, ὦ Ἐλπινίκη, ὡς τηλικαῦτα διαπράττεσθαι πράγματα· πλὴν ἔν γε τῇ δίκῃ πρᾳότατον γενέσθαι τῷ Κίμωνι καὶ πρὸς τὴν κατηγορίαν ἅπαξ ἀναστῆναι μόνον, ὥσπερ ἀφοσιούμενον.
Stesimbrotus, mentioning that trial, says that Elpinice came to the door of Pericles (for he was the most vehement of the accusers) to entreat on behalf of Cimon, and that he smiled and said: "You are an old woman, Elpinice, an old woman, to manage such great affairs." Yet in the trial itself he became very mild toward Cimon, and rose up only once to speak in accusation, as if merely to discharge a formal duty.