§13.1τῶν δὲ πεζῶν ἐπικαταβάντων πρὸς τὴν θάλασσαν μέγα μὲν ἔργον ἐφαίνετο τῷ Κίμωνι τὸ βιάζεσθαι τὴν ἀπόβασιν καὶ κεκμηκότας ἀκμῆσι καὶ πολλαπλασίοις ἐπάγειν τοὺς Ἕλληνας, ὅμως δὲ ῥώμῃ καὶ φρονήματι τοῦ κρατεῖν ὁρῶν ἐπηρμένους καὶ προθύμους ὁμόσε χωρεῖν τοῖς βαρβάροις, ἀπεβίβαζε τοὺς ὁπλίτας ἔτι θερμοὺς τῷ κατὰ τὴν ναυμαχίαν ἀγῶνι μετὰ κραυγῆς καὶ δρόμου προσφερομένους.
当陆军向海边走来时,在西蒙看来,强行登陆并将精疲力竭的希腊士兵带去对抗处于最佳状态且人数数倍于己的敌军,是一项艰巨的任务。 然而,他看到士兵们因必胜的斗志和自豪感而意气风发,渴望与蛮族交战,于是便让重装步兵登陆,他们带着海战余热,高声呼喊并奔跑着发起冲锋。
§13.2ὑποστάντων δὲ τῶν Περσῶν καὶ δεξαμένων οὐκ ἀγεννῶς κρατερὰ μάχη συνέστη· καὶ τῶν Ἀθηναίων ἄνδρες ἀγαθοὶ καὶ τοῖς ἀξιώμασι πρῶτοι καὶ διαπρεπεῖς ἔπεσον.
波斯人坚守阵地并英勇迎击,随即展开了一场激烈的战斗,雅典人中许多优秀、地位极高且声名显赫的人壮烈牺牲。
πολλῷ δʼ ἀγῶνι τρεψάμενοι τοὺς βαρβάρους ἔκτεινον, εἶτα ᾕρουν αὐτούς τε καὶ σκηνὰς παντοδαπῶν χρημάτων γεμούσας.
但在艰苦的战斗后,他们击溃了蛮族并予以歼灭,随后夺取了敌军本身以及装满各种财宝的军帐。
§13.3Κίμων δʼ ὥσπερ ἀθλητὴς δεινὸς ἡμέρᾳ μιᾷ δύο καθῃρηκὼς ἀγωνίσματα, καὶ τὸ μὲν ἐν Σαλαμῖνι πεζομαχίᾳ, τὸ δʼ ἐν Πλαταιαῖς ναυμαχίᾳ παρεληλυθὼς τρόπαιον, ἐπηγωνίσατο ταῖς νίκαις, καὶ τὰς ὀγδοήκοντα Φοινίσσας τριήρεις, αἳ τῆς μάχης ἀπελείφθησαν, Ὕδρῳ προσβεβληκέναι πυθόμενος διὰ τάχους ἔπλευσεν, οὐδὲν εἰδότων βέβαιον οὔπω περὶ τῆς μείζονος δυνάμεως τῶν στρατηγῶν, ἀλλὰ δυσπίστως ἔτι καὶ μετεώρως ἐχόντων·
西蒙就像一个出色的竞技者,在一天之内夺得两项胜利,他超越了萨拉米斯陆战和普拉提亚海战的纪念碑,在这些胜利之上又添战功。 得知未参战的八十艘腓尼基三段击桨战船已抵达许德罗斯,他立即率军前往,而敌方将领们对主力部队的情况尚无确切了解,仍处于怀疑和不安中。
§13.4ᾗ καὶ μᾶλλον ἐκπλαγέντες ἀπώλεσαν τὰς ναῦς ἁπάσας, καὶ τῶν ἀνδρῶν οἱ πλεῖστοι συνδιεφθάρησαν.
因此,敌人更加惊恐万状,损失了所有的船只,大部分士兵也一同覆灭。
τοῦτο τὸ ἔργον οὕτως ἐταπείνωσε τὴν γνώμην τοῦ βασιλέως, ὥστε συνθέσθαι τὴν περιβόητον εἰρήνην ἐκείνην, ἵππου μὲν δρόμον ἀεὶ τῆς Ἑλληνικῆς ἀπέχειν θαλάσσης, ἔνδον δὲ Κυανέων καὶ Χελιδονίων μακρᾷ νηῒ καὶ χαλκεμβόλῳ μὴ πλέειν.
这一壮举极大地打击了大王的傲气,以至于他同意了那项著名的和约,即大王的骑兵永远与希腊海域保持一马奔驰之遥,且不派遣任何长形或带有青铜冲角的军船进入克兰内安和赫利多尼亚群岛以内。
§13.5καίτοι Καλλισθένης οὔ φησι ταῦτα συνθέσθαι τὸν βάρβαρον, ἔργῳ δὲ ποιεῖν διὰ φόβον τῆς ἥττης ἐκείνης, καὶ μακρὰν οὕτως ἀποστῆναι τῆς Ἑλλάδος, ὥστε πεντήκοντα ναυσὶ Περικλέα καὶ τριάκοντα μόναις Ἐφιάλτην ἐπέκεινα πλεῦσαι Χελιδονίων καὶ μηδὲν αὐτοῖς ναυτικὸν ἀπαντῆσαι παρὰ τῶν βαρβάρων.
然而,卡里斯提尼表示蛮族并没有签署这样的条约,但由于对那场失败的恐惧而在实际上照此行事,并且远离希腊,以至于伯里克利仅率五十艘船、埃菲阿尔特斯仅率三十艘船就航行到了赫利多尼亚群岛之外,而蛮族没有派出任何海军前去迎击。
§13.6ἐν δὲ τοῖς ψηφίσμασιν, ἃ συνήγαγε Κρατερός, ἀντίγραφα συνθηκῶν ὡς γενομένων κατατέτακται.
但在克拉特罗斯收集的法令中,载有作为已缔结协定的条约副本。
φασὶ δὲ καὶ βωμὸν εἰρήνης διὰ ταῦτα τοὺς Ἀθηναίους ἱδρύσασθαι, καὶ Καλλίαν τὸν πρεσβεύσαντα τιμῆσι διαφερόντως.
据说雅典人也因此建立了和平祭坛,并给担任使者的卡利亚斯以极高的荣誉。
πραθέντων δὲ τῶν αἰχμαλώτων λαφύρων εἴς τε τὰ ἄλλα χρήμασιν ὁ δῆμος ἐρρώσθη, καὶ τῇ ἀκροπόλει τὸ νότιον τεῖχος κατεσκεύασεν ἀπʼ ἐκείνης εὐπορήσας τῆς στρατείας.
通过出售俘虏的战利品,民众在资金上得到了极大的充实,并利用这次远征中获得的财富建造了卫城的南墙。
§13.7λέγεται δὲ καὶ τῶν μακρῶν τειχῶν, ἃ σκέλη καλοῦσι, συντελεσθῆναι μὲν ὕστερον τὴν οἰκοδομίαν, τὴν δὲ πρώτην θεμελίωσιν εἰς τόπους ἑλώδεις καὶ διαβρόχους τῶν ἔργων ἐμπεσόντων ἐρεισθῆναι διὰ Κίμωνος ἀσφαλῶς, χάλικι πολλῇ καὶ λίθοις βαρέσι τῶν ἑλῶν πιεσθέντων, ἐκείνου χρήματα πορίζοντος καὶ διδόντος.
据说被称为“腿”的长城虽然是在后来才完工,但当工程遇到沼泽和湿漉地带时,最初的奠基是通过西蒙才得以稳固支撑的,他用大量的碎石和沉重的石块压实了沼泽,并亲自筹措并提供了资金。
§13.8πρῶτος δὲ ταῖς λεγομέναις ἐλευθερίοις καὶ γλαφυραῖς διατριβαῖς, αἳ μικρὸν ὕστερον ὑπερφυῶς ἠγαπήθησαν, ἐκαλλώπισε τὸ ἄστυ, τὴν μὲν ἀγορὰν πλατάνοις καταφυτεύσας, τὴν δʼ Ἀκαδήμειαν ἐξ ἀνύδρου καὶ αὐχμηρᾶς κατάρρυτον ἀποδείξας ἄλσος ἠσκημένον ὑπʼ αὐτοῦ δρόμοις καθαροῖς καὶ συσκίοις περιπάτοις.
他还首次用那些不久后深受人们喜爱的所谓自由和雅致的娱乐场所美化了城市,在广场上种植了悬铃木,并将原本缺水干燥的阿卡德米,改造成为一个由他修整、拥有干净跑道和绿树成荫的散步道的、水源充沛的优美林地。