§15.1ἐκείνην μὲν οὖν ἀπέφυγε τὴν δίκην·
因此,他在那场审判中被宣告无罪。
ἐν δὲ τῇ λοιπῇ πολιτείᾳ παρὼν μὲν ἐκράτει καὶ συνέστελλε τὸν δῆμον ἐπιβαίνοντα τοῖς ἀρίστοις καὶ περισπῶντα τὴν πᾶσαν εἰς ἑαυτὸν ἀρχὴν καὶ δύναμιν·
然而在随后的政局中,当他在场时,他总能控制并约束那些企图侵害贵族利益、将全部统治权和力量拉拢到自己手中的平民。
ὡς δὲ πάλιν ἐπὶ στρατείαν ἐξέπλευσε, τελέως ἀνεθέντες οἱ πολλοὶ καὶ συγχέαντες τὸν καθεστῶτα τῆς πολιτείας κόσμον τά τε πάτρια νόμιμα, οἷς ἐχρῶντο πρότερον,
但是,当他再次乘船出征时,彻底失去约束的大众便搞乱了已确立的国制秩序,以及他们先前所遵守的祖宗法度。
§15.2Ἐφιάλτου προεστῶτος ἀφείλοντο τῆς ἐξ Ἀρείου πάγου βουλῆς τὰς κρίσεις πλὴν ὀλίγων ἁπάσας, καὶ τῶν δικαστηρίων κυρίους ἑαυτοὺς ποιήσαντες εἰς ἄκρατον δημοκρατίαν ἐνέβαλον τὴν πόλιν, ἤδη καὶ Περικλέους δυναμένου καὶ τὰ τῶν πολλῶν φρονοῦντος.
在埃菲阿尔特斯的领导下,他们剥夺了阿雷奥帕谷斯议会除少数案件外的几乎所有司法裁判权,并使自己成为法庭的主人,从而将城邦推入了极端的民主制之中。 此时,伯里克利也已掌握了权力,并且站在平民一边。
διὸ καὶ τοῦ Κίμωνος, ὡς ἐπανῆλθεν, ἀγανακτοῦντος ἐπὶ τῷ προπηλακίζεσθαι τὸ ἀξίωμα τοῦ συνεδρίου, καὶ πειρωμένου πάλιν ἄνω τὰς δίκας ἀνακαλεῖσθαι καὶ τὴν ἐπὶ Κλεισθένους ἐγείρειν ἀριστοκρατίαν, κατεβόων συνιστάμενοι καὶ τὸν δῆμον ἐξηρέθιζον, §15.3ἐκεῖνά τε τὰ πρὸς τὴν ἀδελφὴν ἀνανεούμενοι καὶ Λακωνισμὸν ἐπικαλοῦντες.
因此,当西蒙回来后,因议会的尊严遭到践踏而感到愤慨,并试图将裁判权重新收回给议会,恢复克里斯提尼时期的贵族政治时,他们便联合起来控诉他,并煽动民众,重提他与妹妹之间的陈年旧账,并指责他亲斯巴达。
εἰς ἃ καὶ τὰ Εὐπόλιδος διατεθρύληται περὶ Κίμωνος, ὅτι
"
κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής· κἀνίοτʼ ἂν ἀπεκοιμᾶτʼ ἂν ἐν Λακεδαίμονι,
κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην.
关于这些,欧波利斯关于西蒙的诗句广为流传,他写道: "他不是个坏人,只是好酒且疏忽;有时他会在拉刻代蒙睡去,留下这儿的埃尔皮尼刻一人孤零零。
"
εἰ δʼ ἀμελῶν καὶ μεθυσκόμενος τοσαύτας πόλεις εἷλε καὶ τοσαύτας νίκας ἐνίκησε, δῆλον ὅτι νήφοντος αὐτοῦ καὶ προσέχοντος οὐδεὶς ἂν οὔτε τῶν πρότερον οὔτε τῶν ὕστερον Ἑλλήνωνπαρῆλθε τὰς πράξεις.
"但是,如果他由于疏忽且常喝醉,尚且攻占了如此多的城邦、赢得了如此多的胜利,那么显而易见,如果他保持清醒且全神贯注,那么无论是先前的还是后来的希腊人,没有一个人的功绩能够超越他。