Humanitext Reader

普鲁塔克 · 莱桑德与苏拉比较列传 §4.1-4.5

军事成就与敌手水平的对比

第 4 段,共 5 段 · 希腊语

内容简介

作者对比了苏拉与莱桑德的军事成就,指出苏拉在牺牲的方式以及所面对对手的级量上均远胜于莱桑德。

§4.1πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας.
在战争的角逐、军事功绩、战捷纪念碑的数量以及危险的程度上,苏拉是无可比拟的。
ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί· προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην.
然而,另一人却在两次海战中赢得了两次胜利;我还要把围攻雅典的战绩归功于他,尽管这在实际上并非伟业,但在名声上却变得极其辉煌。
§4.2τὰ δʼ ἐν Βοιωτίᾳ καὶ Ἁλιάρτῳ δυστυχίᾳ μὲν ἴσως ἐπράχθη τινί, κακοβουλίᾳ δὲ προσέοικεν οὐκ ἀναμείναντος ὅσον οὔπω παροῦσαν ἐκ Πλαταιῶν τὴν μεγάλην τοῦ βασιλέως δύναμιν, ἀλλὰ θυμῷ καὶ φιλοτιμίᾳ παρὰ καιρὸν ὠσαμένου πρὸς τὸ τεῖχος, ὥστε τοὺς τυχόντας ἀνθρώπους ἐκπηδήσαντας ἐν οὐδενὶ λόγῳ καταβαλεῖν αὐτόν, οὐ γὰρ ὡς Κλεόμβροτος ἐν Λεύκτροις ἀντερείδων ἐπικειμένοις τοῖς πολεμίοις, οὐδὲ ὡς Κῦρος οὐδὲ ὡς Ἐπαμεινώνδας κατέχων ἐγκεκλικότας καὶ τὸ νίκημα βεβαιούμενος πληγῇ καιρίᾳ περιέπεσεν·
至于在波奥蒂亚和哈利亚尔托斯发生的事件,或许是由于某种不幸,但更像是由于失策,因为他没有等待那支几乎已从普拉提亚抵达的国王大军,而是出于愤怒和虚荣,在不合时宜的时候冲向城墙,以至于被那些冲出来的普通人微不足道地击杀。
§4.3ἀλλʼ οὗτοι μὲν βασιλέων καὶ στρατηγῶν θάνατον ἀπέθνησκον, Λύσανδρος δὲ πελταστοῦ καὶ προδρόμου δίκην ἀκλεῶς παραναλώσας ἑαυτόν, ἐμαρτύρησε τοῖς παλαιοῖς Σπαρτιάταις ὅτι καλῶς ἐφυλάττοντο τὰς τειχομαχίας, ἐν αἷς οὐχ ὑπʼ ἀνδρὸς μόνον τοῦ τυχόντος, ἀλλὰ καὶ ὑπὸ παιδὸς καὶ γυναικὸς ἀποθανεῖν ἂν συντύχοι πληγέντα τὸν κράτιστον, ὥσπερ τὸν Ἀχιλλέα φασὶν ὑπὸ τοῦ Πάριδος ἐν ταῖς πύλαις ἀναιρεθῆναι.
因为他的倒下既不像克勒翁布罗托斯在留克特拉那样抵抗压迫过来的敌人,也不像塞鲁士或伊帕米农达那样在遏制败退的敌人并巩固胜利时遭遇致命的一击;那些人死得像国王和将军,而莱桑德却像个轻盾兵或前哨兵一样不名誉地牺牲了自己,这向古代斯巴达人证明了,他们明智地防范攻城战是正确的,因为在攻城战中,不仅是一个普通的男子,甚至连小孩和妇女都有可能击中并杀死最勇猛的人,正如人们说阿喀琉斯是在城门处被帕里斯所杀。
§4.4Σύλλας μὲν οὖν ὅσας ἐκ παρατάξεως ἐνίκησε νίκας καὶ κατέβαλε μυριάδας πολεμίων οὐδὲ ἀριθμῆσαι ῥᾴδιόν ἐστιν αὐτὴν δὲ τὴν Ῥώμην δὶς εἷλε, καὶ τὸν Πειραιᾶ τῶν Ἀθηνῶν οὐ λιμῷ καθάπερ Λύσανδρος, ἀλλὰ πολλοῖς ἀγῶσι καὶ μεγάλοις, ἐκβαλὼν Ἀρχέλαον ἐκ τῆς γῆς ἐπὶ τὴν θάλατταν, κατέσχεν.
至于苏拉,他在会战中赢得了多少次胜利、击败了多少万敌人,甚至难以计数;他两度攻占罗马城,并且他夺取雅典的培拉亚斯并非像莱桑德那样是通过饥饿,而是通过许多次伟大的战斗,将阿耳刻拉奥斯从陆地驱逐到海上而占领的。
ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων, τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν, "ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον" οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ.
他的对手们的实力也十分强大;因为我认为,与阿尔西比亚德斯的舵手安提奥克斯进行海战,以及欺骗雅典人的民粹领袖菲洛克勒斯——那“无名之辈,仅将舌尖磨得锋利”——不过是儿戏和消遣,米特里达梯甚至不屑于将这些人与自己的马夫相比,马略也不屑于将他们与自己的侍从官相比。
§4.5τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος;
而在反抗苏拉的统治者、执政官、将军和民粹领袖中,且不论其他人,罗马人中谁比马略更令人畏惧,国王中谁比米特里达梯更强大,意大利人中谁比兰波尼乌斯和泰莱西努斯更骁勇?
ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε.
在这些人中,苏拉将一人驱逐,将另一人征服,并将其他人杀死。

词汇与语法注释

  1. §4.2οὐκ ἀναμείναντος ... ὠσαμένου — 虽然逻辑上的主语是莱桑德,但由于它与主句的语法主语(τὰ δʼ ἐν Βοιωτίᾳ... ἐπράχθη)不一致,因此采用了属格绝对分词(独立属格)结构。
  2. §4.4ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων — 此处港 `τὸ τῶν ἀντιστρατήγων` 是一个中性名词短语,指代“对手们的状况(或分量)”,随后的 `γάρ` 从句则提供了具体的理由,说明苏拉对手的强大与莱桑德面对的平庸对手形成鲜明对比。
  3. §4.4οὓς οὐκ ἂν ... ἠξίωσε — 助词 `ἄν` 与直陈式过去时(`ἠξίωσε`)的结合,表达了对过去事实的虚拟语气,或过去的某种可能性(“绝不会屈尊相比”)。关系代词 `οὓς` 的先行词是前文提到的安提奥克斯和菲洛克勒斯。

引用这一段

普鲁塔克, 莱桑德与苏拉比较列传 §4.1-4.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg034.humanitext-grc2:4.1-4.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。