§3.1ἔτι δὲ μᾶλλον ἡ περὶ τὰς ἡδονὰς καὶ τὰ χρήματα σπουδὴ δείκνυσι τὸν μὲν ἡγεμονικήν, τοῦ δὲ τυραννικὴν τὴν προαίρεσιν οὖσαν.
而两人对待享乐与金钱的态度,则更加清楚地表明,一人的志向具有领导者的风范,而另一人的志向则是僭主式的。
ὁ μὲν γὰρ οὐδὲν ἀκόλαστον οὐδὲ μειρακιῶδες ἐν ἐξουσίᾳ καὶ δυνάμει τηλικαύτῃ φαίνεται διαπεπραγμένος, ἀλλʼ, εἰ δή τις ἄλλος, ἐκπεφευγὼς τουτὶ τὸ περίακτον
οἴκοι λέοντες, ἐν ὑπαίθρῳ δὲ ἀλώπεκες.
因为前者在拥有如此巨大的权势和力量时,似乎未曾做出任何放荡或幼稚的举动,反而——如果真有人能做到的话——免受了这句俗谚的讥讽:“在家如狮,出外如狐。
οὕτω σώφρονα καὶ Λακωνικὴν καὶ κεκολασμένην ἐπεδείκνυτο πανταχοῦ τὴν δίαιταν.
”他在各地所展现出的,正是如此节制、斯巴达式且严于律己的生活方式。
§3.2ὁ δὲ οὔτε νέος ὢν περὶ τὰς ἐπιθυμίας ἐμετρίαζε διὰ τὴν πενίαν οὔτε γηράσας διὰ τὴν ἡλικίαν, ἀλλὰ τοὺς περὶ γάμων καὶ σωφροσύνης εἰσηγεῖτο νόμους τοῖς πολίταις αὐτὸς ἐρῶν καὶ μοιχεύων, ὥς φησι Σαλούστιος.
然而后者,既没有在年轻时因贫穷而克制欲望,也没有在年老时因年龄而有所收敛,反而向公民们推行关于婚姻与节制的法律,而他自己却整天耽于情欲、通奸,正如萨卢斯特所言。
ὅθεν οὕτω τὴν πόλιν πτωχὴν καὶ κενὴν ἐποίησε χρημάτων ὥστε ταῖς συμμαχίσι καὶ φίλαις πόλεσιν ἀργυρίου πωλεῖν τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν, καίτοι τοὺς πολυαργυρωτάτους οἴκους καὶ μεγίστους ὁσημέραι δημεύοντος αὑτοῦ καὶ ἀποκηρύττοντος.
由此,他使城邦变得如此贫困且缺乏金钱,以至于不得不向盟友和友好城邦以金钱出售自由和自治权,尽管他自己每天都在没收并拍卖那些最富有、最显赫之家族的财产。
§3.3ἀλλὰ μέτρον οὐδὲν ἦν τῶν ῥιπτουμένων καὶ καταχορηγουμένων εἰς τοὺς κόλακας, τίνα γὰρ εἰκὸς εἶναι λογισμὸν ἢ φειδὼ πρὸς τὰς παρʼ οἶνον συνουσίας αὑτοῦ καὶ χάριτας, ὃς ἐν φανερῷ ποτε τοῦ δήμου περιεστῶτος οὐσίαν μεγάλην διαπιπράσκων τιμῆς τῆς τυχούσης εἰς ἕνα τῶν φίλων ἐκέλευε κατακηρύσσειν, ἑτέρου δὲ τὴν τιμὴν ὑπερβαλομένου καὶ τοῦ κήρυκος τὸ προστεθὲν ἀγορεύσαντος διηγανάκτησε,
δεινά γε, ὦ φίλοι πολῖται, καὶ τυραννικὰ πάσχω,
φάμενος,
εἰ τὰ ἐμά μοι λάφυρα διαθέσθαι μὴ ἔξεστιν ὡς βούλομαι.
然而,对于那些向谄媚者挥霍和施舍的财物,根本毫无节制;因为,在宴饮之际的交往与施恩中,他怎么可能会有任何精打细算或节约呢? 他曾有一次在民众环伺的公开场合,拍卖一份巨大的产业,并命令将这份产业以极其低廉的价格判给他的一个朋友;而当另一个竞争者出价更高、传令官宣布了这笔追加的金额时,他勃然大怒,说道:“市民同胞们,我正在遭受极其不公和专横的对待,如果我连按自己的意愿处置自己的战利品都不被允许的话!
§3.4Λύσανδρος δὲ καὶ τὰς αὐτῷ δοθείσας δωρεὰς μετὰ τῶν ἄλλων ἀπέπεμψε τοῖς πολίταις.
” 相比之下,莱桑德甚至将送给其个人的礼物也连同其他物资一起送还给了公民们。
καὶ οὐκ ἐπαινῶ τὸ ἔργον· ἴσως γὰρ ἔβλαψε τῇ κτήσει τῶν χρημάτων τὴν Σπάρτην οὗτος ὅσον οὐκ ἔβλαψε τῇ ἀφαιρέσει τὴν Ῥώμην ἐκεῖνος· ἀλλὰ τεκμήριον τοῦτο ποιοῦμαι τῆς ἀφιλοπλουτίας τοῦ ἀνδρός.
我并不赞赏这种做法;因为或许此人因获取金钱而给斯巴达造成的危害,要比那人因掠夺金钱而未曾给罗马造成的危害还要大;但我将此视为此人并不贪财的凭证。
§3.5ἴδιον δέ τι πρὸς τὴν ἑαυτοῦ πόλιν ἑκάτερος ἔπαθε.
然而,他们两人各自对自己的城邦产生了一种奇特的影响。
Σύλλας μὲν γὰρ ἀκόλαστος ὢν καὶ πολυτελὴς ἐσωφρόνιζε τοὺς πολίτας, Λύσανδρος δʼ ὧν αὐτὸς ἀπείχετο παθῶν ἐνέπλησε τὴν πόλιν, ὥστε ἁμαρτάνειν τὸν μὲν αὐτὸν ὄντα χείρονα τῶν ἰδίων νόμων, τὸν δὲ αὑτοῦ χείρονας ἀπεργαζόμενον τοὺς πολίτας· δεῖσθαι γὰρ ἐδίδαξε τὴν Σπάρτην ὧν αὐτὸς ἔμαθε μὴ προσδεῖσθαι.
苏拉虽然自身放荡而奢侈,却使公民们变得节制;而莱桑德却用自己所克制的那些情欲填满了城邦,因此他们都犯了错,一人是其自身比自己制定的法律还要恶劣,另一人则是让公民们变得比他自己还要恶劣;因为他教会了斯巴达去渴求那些他自己已经学会了不需要的事物。
καὶ τὰ μὲν πολιτικὰ ταῦτα.
以上便是他们在政治方面的作为。