§5.1τὸ δὲ πάντων μέγιστον, ὡς ἐγὼ νομίζω, τῶν εἰρημένων ἐκεῖνό ἐστιν, ὅτι Λύσανδρος μὲν κατώρθου πάντα τῶν οἴκοι συναγωνιζομένων, Σύλλας δὲ φυγὰς ὢν καὶ κατεστασιασμένος ὑπὸ τῶν ἐχθρῶν, καθʼ ὃν χρόνον ἠλαύνετο μὲν αὐτοῦ γυνή, κατεσκάπτετο δὲ οἰκία, φίλοι δὲ ἀπέθνησκον, αὐτὸς ἐν Βοιωτίᾳ ταῖς ἀναριθμήτοις μυριάσι παρατασσόμενος καὶ κινδυνεύων ὑπὲρ τῆς πατρίδος, §5.2ἵστη τρόπαιον, καὶ Μιθριδάτῃ συμμαχίαν διδόντι καὶ δύναμιν ἐπὶ τοὺς ἐχθροὺς οὐδὲν οὐδαμῆ μαλακὸν ἐνέδωκεν οὐδὲ φιλάνθρωπον, ἀλλʼ οὐδὲ προσεῖπεν οὐδὲ τὴν δεξιὰν ἐνέβαλε πρότερον ἢ πυθέσθαι παρόντος ὅτι καὶ τὴν Ἀσίαν ἀφίησι καὶ τὰς ναῦς παραδίδωσι καὶ τοῖς βασιλεῦσιν ἐξίσταται καὶ Βιθυνίας καὶ Καππαδοκίας.
但在我看来,在所有已提到过的事情中,最伟大的是这一点:当莱桑德在国内人们的全力支持下取得一切成功时,苏拉却是一个流亡者,并受到敌人的党派排挤,在妻子被驱逐、房屋被拆毁、朋友被杀害的关头,他自己却在波奥蒂亚与数不尽的万千大军对峙,为祖国冒着危险,竖立起战捷纪念碑;而当米特里达梯向他提供盟约和对抗敌人的军队时,苏拉没有在任何地方做出任何让步或表示友好,甚至在他亲自确认对方将放弃亚洲、交出船只、并从比提尼亚和卡帕多西亚向其国王们退让之前,连一句话也没有对他说,也没有伸出右手。
§5.3ὧν οὐδὲν ὅλως δοκεῖ Σύλλας κάλλιον ἔργον οὐδὲ ἀπὸ μείζονος εἰργάσθαι φρονήματος, ὅτι τὸ κοινὸν τοῦ οἰκείου πρόσθεν θέμενος, καὶ καθάπερ οἱ γενναῖοι κύνες οὐκ ἀνεὶς τὸ δῆγμα καὶ τὴν λαβὴν πρότερον ἢ τὸν ἀνταγωνιστὴν ἀπειπεῖν, τότε πρὸς τὴν τῶν ἰδίων ἄμυναν ὥρμησεν.
在这一切中,苏拉似乎没有做过比这更美丽、或出于更伟大胸怀的事业:他将公共利益置于个人恩怨之上,正如高贵的猎犬在对手屈服之前绝不松口和紧咬一样,直到那时他才动身去防卫自己的私人事务。
§5.4ἐπὶ πᾶσι δὲ καὶ τὸ περὶ τὰς Ἀθήνας ἔχει τινὰ ῥοπὴν εἰς ἤθους σύγκρισιν εἴγε Σύλλας μὲν ὑπὲρ τῆς Μιθριδάτου δυνάμεως καὶ ἡγεμονίας πολεμήσασαν αὐτῷ τὴν πόλιν ἑλὼν ἐλευθέραν ἀφῆκε καὶ αὐτόνομον, Λύσανδρος δὲ τοσαύτης ἡγεμονίας καὶ ἀρχῆς ἐκπεσοῦσαν οὐκ ᾤκτειρεν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀφελόμενος ὠμοτάτους αὐτῇ καὶ παρανόμους ἀπέδειξε τοὺς τυράννους.
此外,关于雅典的事情在性格的比较上也具有某种分量:苏拉占领了那座为了米特里达梯的权力和霸权而与他交战的城市后,放手使其自由和自治;而莱桑德不仅没有怜悯那座从如此伟大的霸权和帝国统治中跌落的城市,反而夺去了其民主制度,为其指定了极其残暴且不法的僭主。
§5.5ὥρα δὴ σκοπεῖν, μὴ οὐ πολὺ τἀληθοῦς διαμαρτάνωμεν ἀποφαινόμενοι πλέονα μὲν κατωρθωκέναι Σύλλαν, ἐλάττονα δὲ ἐξημαρτηκέναι Λύσανδρον, καὶ τῷ μὲν ἐγκρατείας καὶ σωφροσύνης, τῷ δὲ στρατηγίας καὶ ἀνδρείας ἀποδιδόντες τὸ πρωτεῖον.
因此,现在正是审视我们是否大错特错的时候,当我们宣称苏拉取得了更多的成功、而莱桑德犯下了更少的错误,并将自制与节制的首位归于前者,而将将帅之才与勇猛的首位归于后者时。