§4.1πολέμων δὲ ἀγῶσι καὶ στρατηγικαῖς πράξεσι καὶ πλήθει τροπαίων καὶ μεγέθει κινδύνων ἀσύγκριτος ὁ Σύλλας.
戦争の戦い、将軍としての事績、戦勝記念碑の数、危機の大きさにおいて、スッラは比類がない。
ὁ μέντοι γε δύο νίκας ἐξηνέγκατο ναυμαχίαις δυσί·
しかし他方は、二つの海戦によって二つの勝利をもたらした。
προσθήσω δὲ αὐτῷ τὴν Ἀθηνῶν πολιορκίαν, ἔργῳ μὲν οὐ μεγάλην, τῇ δὲ δόξῃ λαμπροτάτην γενομένην.
そして私は彼にアテナイの包囲を付け加えよう。 それは実際には大したことではなかったが、名声においては極めて輝かしいものとなった。
§4.2τὰ δʼ ἐν Βοιωτίᾳ καὶ Ἁλιάρτῳ δυστυχίᾳ μὲν ἴσως ἐπράχθη τινί, κακοβουλίᾳ δὲ προσέοικεν οὐκ ἀναμείναντος ὅσον οὔπω παροῦσαν ἐκ Πλαταιῶν τὴν μεγάλην τοῦ βασιλέως δύναμιν, ἀλλὰ θυμῷ καὶ φιλοτιμίᾳ παρὰ καιρὸν ὠσαμένου πρὸς τὸ τεῖχος, ὥστε τοὺς τυχόντας ἀνθρώπους ἐκπηδήσαντας ἐν οὐδενὶ λόγῳ καταβαλεῖν αὐτόν, οὐ γὰρ ὡς Κλεόμβροτος ἐν Λεύκτροις ἀντερείδων ἐπικειμένοις τοῖς πολεμίοις, οὐδὲ ὡς Κῦρος οὐδὲ ὡς Ἐπαμεινώνδας κατέχων ἐγκεκλικότας καὶ τὸ νίκημα βεβαιούμενος πληγῇ καιρίᾳ περιέπεσεν· §4.3ἀλλʼ οὗτοι μὲν βασιλέων καὶ στρατηγῶν θάνατον ἀπέθνησκον, Λύσανδρος δὲ πελταστοῦ καὶ προδρόμου δίκην ἀκλεῶς παραναλώσας ἑαυτόν, ἐμαρτύρησε τοῖς παλαιοῖς Σπαρτιάταις ὅτι καλῶς ἐφυλάττοντο τὰς τειχομαχίας, ἐν αἷς οὐχ ὑπʼ ἀνδρὸς μόνον τοῦ τυχόντος, ἀλλὰ καὶ ὑπὸ παιδὸς καὶ γυναικὸς ἀποθανεῖν ἂν συντύχοι πληγέντα τὸν κράτιστον, ὥσπερ τὸν Ἀχιλλέα φασὶν ὑπὸ τοῦ Πάριδος ἐν ταῖς πύλαις ἀναιρεθῆναι.
しかし、ボイオティアとハリアルトスでの出来事は、おそらく何らかの不運によって生じたのだろうが、思慮のなさに似ている。 彼は、プラタイアイからまもなく到着しようとしていた王の大軍を待たず、むしろ怒りと功名心から、時機を失して城壁へと突撃し、その結果、取るに足らない人々が飛び出してきて、彼を何でもないことのように討ち取ってしまったからである。 なぜなら、レウクトラで敵の猛攻に対して抵抗したクレオンブロトスのようにでもなく、また敗走する敵を引き留めて勝利を確実なものにしようとして致命傷を負ったキュロスやエパメイノンダスのようにでもなく、彼らは王や将軍としての死を遂げたが、リュサンドロスは軽装兵や前哨兵のように、不名誉にも身を無駄に滅ぼし、古代のスパルタ人たちが城壁を攻める戦いを巧みに避けていたことの証拠となった。 そうした戦いにおいては、取るに足らない男だけでなく、子供や女によってさえ、最も優れた者が打たれて命を落とすことが起こり得るからである。 ちょうどアキレウスが門のところでパリスによって殺されたと言われるように。
§4.4Σύλλας μὲν οὖν ὅσας ἐκ παρατάξεως ἐνίκησε νίκας καὶ κατέβαλε μυριάδας πολεμίων οὐδὲ ἀριθμῆσαι ῥᾴδιόν ἐστιν αὐτὴν δὲ τὴν Ῥώμην δὶς εἷλε, καὶ τὸν Πειραιᾶ τῶν Ἀθηνῶν οὐ λιμῷ καθάπερ Λύσανδρος, ἀλλὰ πολλοῖς ἀγῶσι καὶ μεγάλοις, ἐκβαλὼν Ἀρχέλαον ἐκ τῆς γῆς ἐπὶ τὴν θάλατταν, κατέσχεν.
一方、スッラが会戦においてどれほど多くの勝利を収め、どれほど何万もの敵を倒したかは、数えることさえ容易ではない。 そして彼はローマ自体を二度奪取し、またアテナイのペイライエウスを、リュサンドロスのように飢えによってではなく、多くの激しい戦いによって、アルケラオスを陸地から海へと追い払って占領した。
ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων, τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν,
"ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον"
οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ.
また、対戦相手たちの存在も偉大であった。 というのも、アルキビアデスの舵手であったアンティオコスを相手に海戦を戦うことや、アテナイの民衆指導者で「不名誉な、舌先だけを研ぎ澄ました」フィロクレスを欺くことなどは、お遊びや戯れのようなものだと思うからである。 ミトリダテスなら自らの馬卒とさえ、マリオスなら自らの警護兵とさえ、彼らを比較しようとはしなかったであろう。
§4.5τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος;
スッラに対して武器を取った支配者、執政官、将軍、民衆指導者たちのうち、他の者たちは省くとしても、ローマ人のうちマリオスより恐るべき者が、王たちのうちミトリダテスより強力な者が、イタリア人のうちランプニオスやテレシヌスより戦闘的な者がいただろうか。
ὧν ἐκεῖνος τὸν μὲν ἐξέβαλε, τὸν δὲ ὑπέταξε, τοὺς δὲ ἀπέκτεινε.
スッラは彼らのうち、ある者を追放し、ある者を従属させ、ある者を殺害したのである。