Humanitext Reader

普鲁塔克 · 莱桑德与苏拉比较列传 §2.1-2.4

政治改良的方式与统治手段的对比

第 2 段,共 5 段 · 希腊语

内容简介

作者对比了两人:莱桑德试图通过说服来对君主制进行合理的改良,而苏拉则诉诸暴力与恐怖,甚至对自己最亲近的朋友痛下杀手。

§2.1ἐπεχείρησε μὲν οὖν ὁ Λύσανδρος, ὡς εἴρηται, μεταστῆσαι τὰ περὶ τὴν πολιτείαν πρᾳότερον καὶ νομιμώτερον ἢ Σύλλας· πειθοῖ γὰρ, οὐ διʼ ὅπλων οὐδὲ πάντα συλλήβδην ἀναιρῶν, ὥσπερ ἐκεῖνος, ἀλλʼ αὐτὴν ἐπανορθούμενος τὴν κατάστασιν τῶν βασιλέων ὃ καὶ φύσει που δίκαιον ἐδόκει, τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν ἐν πόλει τῆς Ἑλλάδος ἡγουμένῃ διʼ ἀρετήν, οὐ διʼ εὐγένειαν.
因此,莱桑德(如前所述)企图以比苏拉更温和、更合法的方式改变政体;因为他是通过说服,而非诉诸武力,也不像苏拉那样将一切全盘推翻,而是对君主制本身的体制进行改良,这在某种程度上也显得自然是公正的:在一座凭借美德而非高贵出身来领导希腊的城邦中,应当由最优秀者之中的最优秀者来进行统治。
§2.2ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γὰρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται;
因为正如猎人不寻找猎犬的后代,而是寻找猎犬本身,骑手不寻找马的后代,而是寻找马本身;因为如果从马生出骡子来,又当如何呢?
οὕτως ὁ πολιτικὸς ἁμαρτήσεται τοῦ παντός, ἐὰν μὴ ζητῇ τὸν ἄρχοντα τίς ἐστιν, ἀλλὰ ἐκ τίνος, αὐτοί γέ τοι Σπαρτιᾶται βασιλεύοντας ἐνίους ἀφείλοντο τὴν ἀρχήν, ὡς οὐ βασιλικούς, ἀλλὰ φαύλους καὶ τὸ μηδὲν ὄντας, εἰ δὲ κακία καὶ μετά γένους ἄτιμον, οὐδʼ ἀρετὴ διʼ εὐγένειαν, ἀλλʼ ἀφʼ ἑαυτῆς ἔντιμον.
同样,政治家如果不问统治者是谁,而只问他出自何人,那就会犯下根本性的错误。 实际上,斯巴达人自己就曾剥夺过某些在位国王的权力,认为他们不配作国王,而是庸碌无能、无足轻重。 如果邪恶即使伴随着高贵的出身也是可耻的,那么美德也同样不是因为高贵的出身,而是因其自身而尊贵。
§2.3αἱ τοίνυν ἀδικίαι τῷ μὲν ὑπὲρ φίλων, τῷ δʼ ἄχρι φίλων ἐπράχθησαν.
此外,关于不正当的勾当,前者是为朋友而做,后者则是对朋友下手。
Λύσανδρος μὲν γὰρ ὁμολογεῖται τὰ πλεῖστα διὰ τοὺς ἑταίρους ἐξαμαρτεῖν καὶ τὰς πλείστας σφαγὰς ὑπὲρ τῆς ἐκείνων ἀπεργάσασθαι δυναστείας καὶ τυραννίδος· §2.4Σύλλας δὲ καὶ Πομπηΐου περιέκοψε τὸ στρατιωτικὸν φθονήσας, καὶ Δολοβέλλα τὴν ναυαρχίαν ἐπεχείρησε δοὺς ἀφελέσθαι, καὶ Λουκρήτιον Ὀφέλλαν ἀντὶ πολλῶν καὶ μεγάλων ὑπατείαν μνώμενον ἐν ὀφθαλμοῖς ἀποσφάξαι προσέταξε, φρίκην καὶ δέος ἐμποιῶν πρὸς αὑτὸν ἀνθρώποις ἅπασι διὰ τῆς τῶν φιλτάτων ἀναιρέσεως.
众所周知,莱桑德的绝大多数过错都是为了他的同伴而犯下,绝大多数屠杀也是为了确立他们的权势和僭主统治;但苏拉出于嫉妒,削减了庞培的军事力量,并企图夺回已授予多拉贝拉的舰队指挥权,甚至下令在自己眼前处决卢克莱修·奥菲拉——此人正因立下丰功伟绩而谋求执政官之职——苏拉正是通过诛杀最亲近的人,从而在所有人心中树立起对自己的战栗与恐惧。

词汇与语法注释

  1. §2.1ὃ καὶ φύσει που δίκαιον ἐδόκει — 关系代词 ὅ 作为同位语,指向其后由不定式引导的说明性从句 τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν(“由最优秀者之中的最优秀者来进行统治”),或指代前述改变政体的整体构想。
  2. §2.2ἁμαρτήσεται τοῦ παντός — 动词 ἁμαρτάνω(犯错、偏离)带有属格 τοῦ παντός,构成起强调作用的固定搭配,意为“完全犯错”或“根本性地偏离目标”。
  3. §2.2εἰ δὲ κακία καὶ μετά γένους ἄτιμον, οὐδʼ ἀρετὴ διʼ εὐγένειαν, ἀλλʼ ἀφʼ ἑαυτῆς ἔντιμον — 并列结构中多处省略了系动词 ἐστί。应当补全理解为:“如果邪恶即使伴随着高贵出身也是可耻的(ἄτιμόν [ἐστιν]),那么美德同样不是因为出身高贵(οὐδʼ ἀρετὴ ... [ἔντιμοmόν ἐστιν]),而是因其自身而尊贵(ἀλλʼ ἀφʼ ἑαυτῆς ἔντιμόν [ἐστιν])。”
  4. §2.3τῷ μὲν ... τῷ δʼ — 表示行为者或利害关系人的与格。在对比句中,τῷ μὲν 指代莱桑德,τῷ δʼ 指代苏拉。
  5. §2.4δοὺς ἀφελέσθαι — 不定过去时分词 δοὺς(“给予之后”或“虽已给予”)修饰主动词短语 ἐπεχείρησε... ἀφελέσθαι(“试图夺回”),为其增添了让步或时间性的逻辑关系。

引用这一段

普鲁塔克, 莱桑德与苏拉比较列传 §2.1-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg034.humanitext-grc2:2.1-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。