Humanitext Reader

普鲁塔克 · 莱桑德与苏拉比较列传 §1.1-1.4

夺取权力的方式与国家局势的对比

第 1 段,共 5 段 · 希腊语

内容简介

对比莱桑德与苏拉的一生,指出两人皆凭自身努力由微而著,但莱桑德是在政通人和的斯巴达依法并顺从民意获得权力,而苏拉则是在罗马内政败坏、社会动荡之际,凭借武力与暴行维持独裁统治。

§1.1ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν.
既然我们也已叙述完此人的生平,现在就让我们进入对比。
τὸ μὲν οὖν ἀφʼ ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδʼ ἰσχῦσαι παρὰ τοὺς νόμους.
因此,凭借自身力量获得成长的契机并变得伟大,这是两人的共同之处;但莱桑德的独特之处在于,他是在公民们意愿一致且心智健康的情况下获得他所担任的一切官职,并且未对任何不情愿的人施加暴力,也没有违背法律去行使权力。
§1.2"ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς," ὥσπερ ἐν Ῥώμῃ τότε διεφθαρμένου τοῦ δήμου καὶ νοσοῦντος αὐτοῖς τοῦ πολιτεύματος ἄλλος ἀλλαχόθεν ἀνίστατο δυνάστης.
“在纷争之中,极恶之人亦得荣宠,” 正如当时的罗马,在民众堕落、政体病入膏肓之际,不同的割据者自各地纷纷崛起。
καὶ οὐδὲν ἦν θαυμαστὸν εἰ Σύλλας ἦρχεν, ὅτε Γλαυκίαι καὶ Σατορνῖνοι Μετέλλους ἤλαυνον ἐκ τῆς πόλεως, ὑπάτων δὲ ἀπεσφάττοντο παῖδες ἐν ἐκκλησίαις, ἀργυρίῳ δὲ καὶ χρυσίῳ τὰ ὅπλα παρελάμβανον ὠνούμενοι τοὺς στρατευομένους, πυρὶ δὲ καὶ σιδήρῳ τοὺς νόμους ἐτίθεσαν βιαζόμενοι τοὺς ἀντιλέγοντας.
当格劳基亚与萨图尔尼努斯之辈将梅特卢斯等贤达逐出城外,执政官的子嗣在公民大会上被屠杀,人们用金银贿赂士兵以掌控武器,并用烈火与利刃强加法律、暴力镇压反对者时,苏拉进行统治也就不足为奇了。
§1.3οὐκ αἰτιῶμαι δὲ τὸν ἐν τοιούτοις πράγμασι μέγιστον ἰσχῦσαι διαπραξάμενον, ἀλλὰ σημεῖον οὐ τίθεμαι τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον οὕτω πονηρὰ πραττούσης τῆς πόλεως, ὁ δὲ ἀπὸ τῆς Σπάρτης εὐνομουμένης τότε μάλιστα καὶ σωφρονούσης ἐπὶ τὰς μεγίστας ἐκπεμπόμενος ἡγεμονίας καὶ πράξεις σχεδὸν ἀρίστων ἄριστος ἐκρίνετο καὶ πρώτων πρῶτος.
我并不指责在如此局势下成功谋得最大权势的人,但当城邦处于如此病态的境地时,成为第一人,我不认为这是身为最优秀者的证明;相反,在斯巴达当时法治最完备、风气最克己之时,被派往去执行最重大的统帅权与军事行动的那个人,几乎被评为最优秀者之中的最优秀者、第一人中的第一人。
§1.4ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις· διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν.
因此,前者经常将官职归还给公民,又经常重新接任,因为对美德的敬重始终保持着首要地位;而后者一旦被选为军队统帅,便连续十年不放兵权,时而自任执政官,时而自任独裁官,却始终是个僭主。

词汇与语法注释

  1. §1.1βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων — 意为“在公民们意愿一致且心智健康的情况下”。这是一个使用现在分词的属格独立结构(genitive absolute),名词短语 τῶν πολιτῶν 作为分词在意义上的主语。
  2. §1.2Γλαυκίαι καὶ Σατορνῖνοι — 意为“格劳基亚与萨图尔尼努斯之辈”。此处将专有名词用作复数,以此代指与他们同类型的政治人物或煽动家。
  3. §1.3τοῦ βέλτιστον εἶναι τὸ γενέσθαι πρῶτον — 在结构上,属格不定式短语 `τοῦ βέλτιστον εἶναι`(最优秀)修饰名词 `σημεῖον`(证明),而另一个冠词性不定式短语 `τὸ γενέσθαι πρῶτον`(成为第一人)则充当其实际上的主语,形成双重不定式结构。

引用这一段

普鲁塔克, 莱桑德与苏拉比较列传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg034.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。