Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §8.1-8.5

犬头山战役与罗马军队的胜利

第 8 段,共 21 段 · 希腊语

内容简介

在犬头地区,一场由浓雾引发的遭遇战升级为全面决战,提图斯利用马其顿方阵的弱点进行灵活指挥,最终罗马军队取得了胜利。

§8.1τῇ δʼ ὑστεραίᾳ περὶ τὸν ὄρθρον, ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς, εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνεπίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρωνἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους, οἱ δὲ ὑπʼ ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκοπῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ διʼ ὁμοιότητα τὸν σχήματος οὕτως ὠνομάσθησαν.
翌日黎明时分,在温和而潮湿的夜晚过后,由于云雾凝聚,整个平原充满了浓重的黑暗,浓雾从山顶降落到两军营地之间,在一天开始之际便遮蔽了这些地方。 双方派出去进行伏击和侦察的人员在极短的时间内迎面相遇,在所谓的“犬头”附近展开了交战。 这些地方是密集且平行的山丘顶部延伸出的狭窄山脊,因其形状相似而如此得名。
§8.2γενομένων δὲ οἷον εἰκὸς ἐν τόποις σκληροῖς μεταβολῶν κατὰ τὰς φυγὰς καὶ διώξεις, ἑκάτεροι τοῖς πονοῦσιν ἀεὶ καὶ ὑποχωροῦσιν ἐπιπέμποντες βοήθειαν ἐκ τῶν στρατοπέδων, καὶ ἤδη τοῦ ἀέρος ἀνακαθαιρομένου καθορῶντες τὰ γινόμενα πανστρατιᾷ συνέβαλον.
在险峻的地形中,随着溃退与追击,局势理所当然地发生着起伏变化,双方不断从营地向那些陷入苦战和后退的士兵派去援兵。 当雾气消散、能够看清战场局势时,他们便投入了全部兵力进行决战。
τῷ μὲν οὖν δεξιῷ περιῆν ὁ Φίλιππος, ἐκ τόπων καταφερῶν ὅχην ἐπερείσας τὴν φάλαγγα τοῖς Ῥωμαίοις, τὸ βάρος τὸν συνασπισμοῦ καὶ τὴν τραχύτητα τῆς προβολῆς τῶν σαρισῶν οὐχ ὑπομεινάντων·
于是,腓力在右翼占了上风,他从高处顺着斜坡将方阵压向罗马人,而罗马人无法承受其盾牌联防的重压以及挺出的萨里沙长枪的锐势。
§8.3· τοῦ δʼ εὐωνύμου διασπασμὸν ἀνὰ τοὺς λόφους καὶ περίκλασιν λαμβάνοντος, ὁ Τίτος, τὸ μὲν ἡττώμενον ἀπογνούς, πρὸς δὲ θάτερον ὀξέως παρελάσας, προσέβαλε τοῖς Μακεδόσι συστῆναι μὲν εἰς φάλαγγα καὶ πυκνῶσαι τὴν τάξιν εἰς βάθος, ἥπερ ἦν ἀλκὴ τῆς ἐκείνων δυνάμεως, κωλυομένοις διά τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν χωρίων, πρὸς δὲ τὸ κατʼ ἄνδρα συμπλέκεσθαι βαρεῖ καὶ δυσέργῳ χρωμένοις ὁπλισμῷ.
然而,由于左翼在山丘间被分割且陷于混乱,提图斯放弃了正在战败的那一部分,迅速骑马奔向另一侧,向马其顿人发起进攻。 由于地形的起伏和险峻,马其顿人无法组成方阵并将队列在纵深上紧密靠拢——而这本是他们战斗力的源泉——而且在进行个人白兵战时,他们所使用的装备又沉重且难以操控。
§8.4ζῴῳ γὰρ ἡ φάλαγξ ἔοικεν ἀμάχῳ τὴν ἰσχύν, ἕως ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν ἕν τάξει μιᾷ. διαλυθείσης δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διά τε τὸν τρόπον τῆς ὁπλίσεως καὶ ὅτι παντὸς ὅλου τοῖς παρʼ ἀλλήλων μέρεσι μᾶλλον ἢ διʼ αὑτὸν ἰσχύει, τραπομένων δὲ τούτων οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχομένους τῶν Μακεδόνων παρεκδραμόντες ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ φεύγειν τὰ ὅπλα καταβάλλοντας.
因为方阵只要是一个有机的整体,并在单一的队形中保持盾牌联防,其力量就像一只无敌的猛兽;但一旦它被瓦解,每个作战者也会失去个人的武勇,这既是因为他们武装的方式,也是因为他与其说是靠自己,不如说是作为整体的一部分,通过彼此的协作来发挥力量。 当这些人被打败逃跑时,一些罗马人追击逃兵,另一些人则绕过仍在战斗的马其顿人,从侧面将他们斩杀,结果很快连那些本已获胜的马其顿人也陷入了混乱,纷纷丢下武器逃跑。
§8.5ἔπεσον μὲν οὖν ὀκτακισχιλίων οὐκ ἐλάττους, ἑάλωσαν δὲ περὶ πεντακισχιλίους.
结果,战死者不少于八千人,约五千人被俘。
τοῦ δὲ τὸν Φίλιππον ἀσφαλῶς ἀπελθεῖν τὴν αἰτίαν ἔλαβον Αἰτωλοί, περὶ ἁρπαγὴν γενόμενοι καὶ πόρθησιν τοῦ χάρακος ἔτι τῶν Ῥωμαίων διωκόντων, ὥστε μηθὲν εὑρεῖν ἐκείνους ἐπανελθόντας.
而腓力得以安全逃脱,其责任被归咎于埃托利亚人,因为在罗马人还在进行追击时,他们却忙于抢劫和掠夺军营,以至于罗马人返回时发现里面一无所有。

词汇与语法注释

  1. 8.1τῶν νεφῶν τρεπομένων — 属格绝对结构,其中 `τῶν νεφῶν` 作逻辑主语,`τρεπομένων` 作分词,意为“随着云雾凝聚为雾”。
  2. 8.2οὐχ ὑπομεινάντων — 属格绝对分词(aorist 属格复数),其逻辑主语在属格中并未明示,须从前文的与格 `τοῖς Ῥωμαίοις` 中补出,指“罗马人无法承受”。
  3. 8.3κωλυομένοις — 现在被动分词与格复数,修饰前文的 `τοῖς Μακεδόσι`(马其顿人)。两个不定式 `συστῆναι` 和 `πυκνῶσαι` 充当该分词的补足语,表示“被阻碍无法组成方阵和紧密靠拢”。
  4. 8.4παντὸς ὅλου — 属格 `παντὸς ὅλου`(整体的)修饰 `τοῖς ... μέρεσι`(部分),表达方阵并非依靠个人力量,而是作为整体的一部分,通过各部分的相互支持来发挥威力。
  5. 8.5τοῦ ... ἀπελθεῖν — 带冠词的不定式属格结构 `τοῦ ἀπελθεῖν`,修饰名词 `τὴν αἰτίαν`(原因/责任)。宾格的 `τὸν Φίλιππον` 充当该不定式的逻辑主语。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §8.1-8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:8.1-8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。