Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §7.1-7.4

提图斯指挥权的延续与斯科图萨的对峙

第 7 段,共 21 段 · 希腊语

内容简介

提图斯向罗马派出谈判人员以维持其指挥权或达成和平,并在确认获得指挥权后进军色萨利。两军在斯科图萨附近对峙,提图斯鼓舞了士气,而腓力因在演讲中出现的不祥之兆而推迟了战斗。

§7.1Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ ὁ Τίτος παρʼ αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, διʼ ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι.
当腓力派遣使者前往罗马时,提图斯也从自己这边派出了谈判人员,以便在战争继续期间,元老院能投票延长他的任期;否则,也使和平得以通过他来达成。 因为他极其好名,强烈担心如果派遣另一位将军前来接管战争,他将被剥夺这份荣耀。
§7.2διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον.
他的朋友们为他活动,使得腓力既未能如愿,又让战争的指挥权为他(提图斯)保留了下来。 提图斯在接到这一决议后,在希望的鼓舞下,立即出发前往色萨利,去进行针对腓力的战争。 他率领着两万六千多名士兵,其中埃托利亚人提供了六千步兵和四百骑兵。
ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον.
而腓力的军队在人数上也与此相近。
§7.3ἐπεὶ δὲ βαδίζοντες ἐπʼ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα διʼ Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρʼ αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον.
当他们相向而行,来到斯科图萨附近,准备在那里进行决战时,两军并未如常理那样,因彼此的临近而感到恐惧,反而更加充满了斗志和好胜心。 罗马人是因为,如果他们能战胜因亚历山大而在他们心中拥有极高武勇与力量声望的马其顿人(那将是极大的荣耀);马其顿人则认为罗马人强于波斯人,并希望如果能战胜罗马人,就能证明腓力比亚历山大更加辉煌。
§7.4ὁ μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς ἀρίστους τῶν ἀνταγωνιστῶν ὁ δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς ἤρξατο μὲν, οἷα πρὸ μάχης φιλεῖ, διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην.
于是,提图斯鼓励士兵们要勇敢且热切,因为他们将在希腊这个最美丽的剧场中,与最优秀的对手交锋;而腓力,不论是由于偶然,还是因为一时的仓促而未察觉——因为在军营外有一个高大的合葬墓冢——他登上海拔较高的墓冢,开始像战前通常那样发表讲话并鼓舞士气。 然而,由于这一不祥之兆,士兵中产生了极度沮丧的情绪,腓力大受干扰,便在当天按兵不动。

词汇与语法注释

  1. 7.1τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, διʼ ἐκείνου τὴν εἰρήνην γενέσθαι — 表示目的的将来分词 `τοὺς πράξοντας` 支配了两个作为谈判替代方案的从属结构(由 `εἰ δὲ μή`“否则”连接):一个是目的从句 `ὅπως ἐπιψηφίσηται...`(使元老院投票……),另一个是带对格的不定式结构 `διʼ ἐκείνου τὴν εἰρήνην γενέσθαι`(使和平通过他得以达成)。其中 `τὴν εἰρήνην` 是不定式 `γενέσθαι` 的主语。
  2. 7.3Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν... Μακεδόνες δὲ... ἤλπιζον, εἰ περιγένοιντο... — 句式结构呈非对称:以 `Ῥωμαῖοι μὲν` 开始的部分缺少主动词,需承接前文的 `ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο`(充满了斗志和好胜心)作为谓语(意为“如果他们能战胜……,他们就充满了斗志”);而在以 `Μακεδόνες δὲ` 开始的部分,则引入了其特有的动词 `ἤλπιζον`(期待)。
  3. 7.4ὁ δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας... ἐπὶ τοῦτο προβάς — 分词 `ἀγνοήσας` 作不及物动词使用,意为“未能察觉/注意到”(该地的性质)。解释性的插入语 `ἦν γάρ τι πολυάνδριον...`(因为有一个合葬墓冢……)紧随其后,而后文 `ἐπὶ τοῦτο`(登其上)中的指示代名词 `τοῦτο` 则指代插入语中的 `πολυάνδριον`。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §7.1-7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:7.1-7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。