§8.1τῇ δʼ ὑστεραίᾳ περὶ τὸν ὄρθρον, ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς, εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνεπίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρωνἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους, οἱ δὲ ὑπʼ ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκοπῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ διʼ ὁμοιότητα τὸν σχήματος οὕτως ὠνομάσθησαν.
翌日の明け方頃、穏やかで湿り気のある夜の後、雲が霧へと変わり、平原全体が深い暗闇で満たされた。 そして、立ち込める霧が山頂から両陣営の間に降りてきて、一日の始まりとともにその場所を覆い隠した。 一方、伏兵と偵察のために両軍から派遣された者たちは、極めて短時間のうちに互いに遭遇して、いわゆるキュノスケファライのあたりで戦闘に入った。 これらは、密集して並行に走る丘々の細い山頂であり、その形状が似ていることから、このように名付けられていた。
§8.2γενομένων δὲ οἷον εἰκὸς ἐν τόποις σκληροῖς μεταβολῶν κατὰ τὰς φυγὰς καὶ διώξεις, ἑκάτεροι τοῖς πονοῦσιν ἀεὶ καὶ ὑποχωροῦσιν ἐπιπέμποντες βοήθειαν ἐκ τῶν στρατοπέδων, καὶ ἤδη τοῦ ἀέρος ἀνακαθαιρομένου καθορῶντες τὰ γινόμενα πανστρατιᾷ συνέβαλον.
険しい地形において敗走と追撃に伴う局面の変化が当然予想される通りに生じると、双方は苦戦して退却する味方に次々と陣営から援軍を送り出し、やがて霧が晴れて状況が見えるようになると、全軍で衝突した。
τῷ μὲν οὖν δεξιῷ περιῆν ὁ Φίλιππος, ἐκ τόπων καταφερῶν ὅχην ἐπερείσας τὴν φάλαγγα τοῖς Ῥωμαίοις, τὸ βάρος τὸν συνασπισμοῦ καὶ τὴν τραχύτητα τῆς προβολῆς τῶν σαρισῶν οὐχ ὑπομεινάντων· §8.3·
そこでフィリッポスは右翼で優勢に立ち、高い場所から傾斜を利用して、ローマ軍に対してファランクスを突入させた。 ローマ軍は、盾を密着させたその重圧と、突き出されたサリサの猛勢に耐えることができなかったからである。
τοῦ δʼ εὐωνύμου διασπασμὸν ἀνὰ τοὺς λόφους καὶ περίκλασιν λαμβάνοντος, ὁ Τίτος, τὸ μὲν ἡττώμενον ἀπογνούς, πρὸς δὲ θάτερον ὀξέως παρελάσας, προσέβαλε τοῖς Μακεδόσι συστῆναι μὲν εἰς φάλαγγα καὶ πυκνῶσαι τὴν τάξιν εἰς βάθος, ἥπερ ἦν ἀλκὴ τῆς ἐκείνων δυνάμεως, κωλυομένοις διά τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν χωρίων, πρὸς δὲ τὸ κατʼ ἄνδρα συμπλέκεσθαι βαρεῖ καὶ δυσέργῳ χρωμένοις ὁπλισμῷ.
しかし、左翼が丘陵の間で分断され、乱れが生じているのを見て、ティトスは敗色濃厚な側をあきらめ、もう一方の側へと素早く馬を走らせ、マケドニア軍に襲いかかった。 彼らは、土地の起伏や険しさのために、彼らの力の源泉であったファランクスを組んで陣形を縦深に密集させることができず、また、個々の白兵戦においては、重く扱いにくい武具を用いていたために不利な状況にあった。
§8.4ζῴῳ γὰρ ἡ φάλαγξ ἔοικεν ἀμάχῳ τὴν ἰσχύν, ἕως ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν ἕν τάξει μιᾷ.
なぜなら、ファランクスは一つの身体であり、単一の隊列の中で盾の密着を維持している限り、その力において無敵の野獣に似ているからである。
διαλυθείσης δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διά τε τὸν τρόπον τῆς ὁπλίσεως καὶ ὅτι παντὸς ὅλου τοῖς παρʼ ἀλλήλων μέρεσι μᾶλλον ἢ διʼ αὑτὸν ἰσχύει, τραπομένων δὲ τούτων οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχομένους τῶν Μακεδόνων παρεκδραμόντες ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ φεύγειν τὰ ὅπλα καταβάλλοντας.
しかし、それが崩壊すると、個々の武装の性質のゆえに、また彼が自分自身によってではなく、全体の一部として互いに支え合うことで力を発揮しているがゆえに、戦う者の一人ひとりも個人の武勇を失ってしまうのである。 彼らが敗走すると、ローマ兵のある者は逃げる者を追撃し、ある者は戦っているマケドニア兵の脇をすり抜けて側面から彼らを討ち倒した。 その結果、勝利を収めていたマケドニア軍の右翼までもがすぐに混乱に陥り、武器を投げ捨てて逃走するに至った。
§8.5ἔπεσον μὲν οὖν ὀκτακισχιλίων οὐκ ἐλάττους, ἑάλωσαν δὲ περὶ πεντακισχιλίους.
こうして、八千人を下らない者が戦死し、約五千人が捕虜となった。
τοῦ δὲ τὸν Φίλιππον ἀσφαλῶς ἀπελθεῖν τὴν αἰτίαν ἔλαβον Αἰτωλοί, περὶ ἁρπαγὴν γενόμενοι καὶ πόρθησιν τοῦ χάρακος ἔτι τῶν Ῥωμαίων διωκόντων, ὥστε μηθὲν εὑρεῖν ἐκείνους ἐπανελθόντας.
フィリッポスが安全に逃げ延びることができた原因はアイトリア人のせいにされた。 彼らは、ローマ兵がまだ追撃を行っている間に、陣営の略奪と破壊に奔走したため、追撃から戻ってきたローマ兵たちは何も見つけることができなかったのである。