Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §9.1-9.8

与埃托利亚人的不和及对腓力的媾和

第 9 段,共 21 段 · 希腊语

内容简介

提图斯因埃托利亚人在战后的傲慢无礼而感到愤怒,在和谈中将其排斥在外,并与腓力结盟,从而成功防范了安条克与汉尼拔联合的潜在威胁。

§9.1πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς·
首先,他们在彼此之间产生了指责与不和。
ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γράφεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν καὶ ἰδιωτῶν ὑμνούντων τὸ ἔργον.
而由于这些原因,埃托利亚人将胜利归功于自己,并用这种舆论先入为主地影响希腊人,这使提图斯感到愈发恼怒,以至于在歌颂这一功绩的诗人和普通人笔下,他们被首先记录并歌唱。
§9.2ὧν μάλιστα διὰ στόματος ἦν τουτὶ τὸ ἐπίγραμμα· " Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, Αἰτωλῶν δμηθέντες ὑπʼ Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγʼ ἀπʼ Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα.
其中最常被人们挂在嘴边的是这样一首题画诗: “旅人啊,无泪亦无葬,在这色萨利的背脊上,我们躺着三万亡灵,被埃托利亚的战神与提图斯自辽阔意大利引来的拉丁人所征服,这是对厄玛提亚的巨大灾难。
τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον.
而腓力那往昔狂妄的气魄,如今逃得比疾驰的鹿群还要轻快。
" §9.3τοῦτο ἐποίησε μὲν Ἀλκαῖος ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος, λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον.
” 这首诗是阿尔凯奥斯为了侮辱腓力并虚报死者人数而作,但因为在许多地方被许多人传诵,它对提图斯造成的困扰反而更甚于腓力。
ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλεγείῳ παρέβαλεν " αφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος· "
腓力写了一首反讽诗来回敬阿尔凯奥斯的哀歌: “无皮亦无叶,旅人啊,在这背脊上,为阿尔凯奥斯立起了一根高耸的十字架。
§9.4τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθʼ ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν.
” 对于在希腊人中极其追求名誉的提图斯来说,这类事情极大地激怒了他,因此在接下来的事务中他全凭自己作主,极少顾及埃托利亚人。
οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφʼ ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν.
埃托利亚人对此非常愤恨,当提图斯接受马其顿王的议和请求并接见其使团时,他们便四处奔走于其他城市,大喊着说和平被出卖给了腓力,而本可以彻底根除战争并消灭这个最初奴役希腊人的帝国。
§9.5ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ Ῥωμαίοις τὰ καθʼ αὑτόν, καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος·
在埃托利亚人散布这些言论并动摇盟友时,腓力本人亲自前来进行和谈,将自己的一切全权委托给提图斯和罗马人,从而消除了疑虑,提图斯也得以就此结束了战争。
καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δὲ Ἑλλάδος προσέταζεν ἀποστῆναι, χιλίοις δὲ ταλάντο ις ἐζημίωσε, τὰς δὲ ναῦς πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον.
他将马其顿王位归还给腓力,但命令他撤离希腊,并罚款一千塔兰托,没收了除十艘以外的所有船只,还将他的一个儿子德米特里作为人质带回并送往罗马,极好地利用了时机并预判了未来。
§9.6Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστου τε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασιλέα καὶ παροξύνοντος αὐτὸν εἰς τὸ πρόσθεν προϊέναι τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθʼ ἑαυτὸν ὑπὸ πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνομάσθη, πρὸς τὴν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον,
因为当时,利比亚人汉尼拔——罗马人最凶恶的敌人且正处于流亡中——已经投奔了安条克国王,并极力怂恿他趁着势力顺风顺水之时向前推进。
§9.7εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπʼ αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους.
而安条克本人由于建立了他因之被称为“大帝”的伟业,已经觊觎着天下霸权,并且特别针对罗马人而兴兵起事;如果提图斯没有高瞻远瞩地明智同意和谈,而是让安条克战争与腓力战争在希腊交织在一起,使当时最伟大、最强大的两位国王因共同的目的联合起来对抗罗马,那么罗马将会重新陷入不亚于对抗汉尼拔时期的苦战和危险之中。
§9.8νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.
但如今,提图斯在两场战争之间合时宜地楔入了和平,在未来的战争开始之前斩断了眼前的战争,从而夺走了前者最后的希望,并挫败了后者最初的图谋。

词汇与语法注释

  1. 9.1ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα — 与格 ἑαυτοῖς 在此处作利益与格(或归属与格),与现在分词 ἀνατιθέντες(归功于)连用,意为“将胜利归功于他们自己”,用以强调埃托利亚人对自身战功的夸大。
  2. 9.3λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον — 中性单数分词 λεγόμενον 修饰前文指示代词 τοῦτο(指代该题画诗),在句中作状语(表示原因或伴随),主句动词为 ἠνία(单数未完成过去时),表示该诗的传诵使提图斯感到烦恼。
  3. 9.5ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον — 两个不定过去时分词 χρησάμενος 和 προλαβών 修饰主语提图斯。前者与带与格宾语的动词 χράομαι 连用,接 τῷ καιρῷ(“极好地利用了时机”);后者意为“预先夺取、预判”,支配中性单数宾格词组 τὸ μέλλον(“预判了未来”)。
  4. 9.7εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ... κατειλήφει... καὶ συνέστησαν... ἔσχεν ἂν... — 这是一个与过去事实相反的虚拟条件句(反事实条件句)。条件从句(protasis)由 εἰ μὴ ... ἐνέδωκε(直陈式不定过去时)引导,随后以 ἀλλά 引出相反的虚拟假设(过去完成时 κατειλήφει 与不定过去时 συνέστησαν),归结从句(apodosis)由 ἄν 加上直陈式不定过去时 ἔσχεν 构成,表示过去可能发生但实际上未发生的结果。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §9.1-9.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:9.1-9.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。