Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §6.1-6.3

波奥蒂亚的归顺与阿塔罗斯国王的猝逝

第 6 段,共 21 段 · 希腊语

内容简介

提图斯和平进入波奥蒂亚,并设法说服底比斯人与罗马结盟。在集会上,支持提图斯的阿塔罗斯国王突然中风,后不治身亡,但波奥蒂亚最终归顺了罗马。

§6.1τὰ μὲν οὖν ἄλλα προσεχώρει καθʼ ἡσυχίαν αὐτῷ, τὴν δὲ Βοιωτίαν ἀπολέμως ἐπιπορευομένῳ Θηβαίων ἀπήντησαν οἱ πρῶτοι, φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος διὰ Βραχύλλην, ἀσπαζόμενοι δὲ καὶ τιμῶντες τὸν Τίτον, ὡς φιλίας πρὸς ἀμφοτέρους ὑπαρχούσης.
因此,其他地方都平静地向他归顺,但当他和平地进入波奥蒂亚时,底比斯人的首领们前来迎接他;由于布拉丘莱斯的缘故,他们虽然倾向于马其顿一方,但依然欢迎并尊敬提图斯,仿佛双方之间存在着友好关系。
§6.2ὁ δʼ ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος προῆγεν ἡσυχῇ καθʼ ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος, καὶ παράγων ἐπίτηδες ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας.
提图斯和气地与他们会面并致意,随后在路上平静地前行,时而询问打听某些事情,时而讲述其他事情,并故意拖延时间前行,直到士兵们能从行军中赶上来。
§6.3οὕτω δὲ προάγων συνεισῆλθε τοῖς Θηβαίοις εἰς τὴν πόλιν, οὐ πάνυ μὲν ἡδομένοις, ὀκνοῦσι δὲ κωλύειν, ἐπεὶ στρατιῶται γε μέτριοι τὸ πλῆθος εἵποντο.
他以这种方式前进,与底比斯人一同进入了城内,底比斯人虽然一点也不高兴,但又迟疑不敢阻拦,因为随行的兵力数量适中。
καὶ μέντοι παρελθὼν ὁ Τίτος, ὡς οὐκ ἔχων τὴν πόλιν, ἔπειθεν ἑλέσθαι τὰ Ῥωμαίων, Ἀττάλου τοῦ βασιλέως συναγορεύοντος αὐτῷ καὶ συνεξορμῶντος τοὺς Θηβαίους, ἀλλʼ Ἄτταλος μὲν, ὡς ἔοικε, τοῦ γήρως προθυμότερον ἑαυτὸν τῷ Τίτῳ ῥήτορα παρασχεῖν φιλοτιμούμενος, ἐν αὐτῷ τῷ λέγειν προσπεσόντος ἰλίγγου τινὸς ἢ ῥεύματος ἄφνω τὴν αἴσθησιν ἐπιληφθεὶς ἔπεσε, καὶ μετʼ οὐ πολὺ ταῖς ναυσὶν εἰς Ἀσίαν ἀποκομισθεὶς ἐτελεύτησεν· οἱ δὲ Βοιωτοὶ προσεχώρησαν τοῖς Ῥωμαίοις.
而且,提图斯走上前去,仿佛自己并未控制该城一般,劝说他们选择罗马一方,阿塔罗斯国王也为他辩护并一同敦促底比斯人。 然而,阿塔罗斯似乎由于渴望为提图斯充当演说家,其热切程度超出了他的年岁所能承受,在正演讲时,由于突然一阵眩晕或中风袭来,顿时失去知觉而倒地,不久后被船送回亚洲便去世了;而波奥蒂亚人则归顺了罗马人。

词汇与语法注释

  1. §6.1φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος — 分词 φρονοῦντες 充当让步分词,修饰主语 οἱ πρῶτοι。短语 φρονέω τὰ τοῦ τινος 是一个惯用表达,意为“站在某人一边”或“支持某人的立场”。
  2. §6.2ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν — 表示时间限度的连词 ἄχρι(“直到……为止”)在此处与对格和不定式结构(toὺς στρατιώτας ἀναλαβεῖν)连用,表示目的或预期结果。动词 ἀναλαμβάνω 在此作不及物意,表示“(行军中落后的士兵)追上、会合”。
  3. §6.3τοῦ γήρως προθυμότερον — 比较级副词 προθυμότερον(“更热切地”)后接表示比较的属格 τοῦ γήρως(“年岁、老龄”),构成紧凑的表达,意为“比他的老龄所能承受的更加热切”。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §6.1-6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:6.1-6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。