§5.1φυγὴ μὲν οὖν ἦν εὐθὺς ὀξεῖα πάντων, ἔπεσον δὲ δισχιλίων οὐ πλείους· ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τήν δίωξιν.
因此,众人随即展开了仓皇的溃逃,但死者不超过两千人,因为险峻的地形阻碍了追击。
χρήματα δὲ καὶ σκηνὰς καὶ θεράποντας οἱ Ῥωμαῖοι διαρπάσαντες ἐκράτουν τῶν Στενῶν, καὶ διώδευον τήν Ἤπειρον οὕτω κοσμίως καὶ μετʼ ἐγκρατείας τοσαύτης ὥστε, τῶν πλοίων καὶ τῆς θαλάσσης μακρὰν ὄντας αὐτούς, καὶ τὸν ἐπιμήνιον σῖτον μὴ μεμετρημένους οὐδʼ εὐποροῦντας ἀγρορᾶς, ἀπέχεσθαι τῆς χώρας ἀμφιλαφεῖς ὠφελείας ἐχούσης.
罗马人在掠夺了财物、帐篷和随从后,控制了关隘,并且极其守纪律、极其克制地穿过伊庇鲁斯,以至于尽管他们远离船只和海洋,既没有分得月度口粮,也没有富足的集市,却依然对这片能提供丰厚收益的土地秋毫无犯。
§5.2ὁ γὰρ Τίτος πυνθανόμενος τὸν Φίλιππον, ὡς ὅμοια φεύγοντι τήν Θετταλίαν διερχόμενος τοὺς μὲν ἀνθρώπους ἐκ τῶν πόλεων ἀνίστησιν εἰς τὰ ὄρη, τὰς δὲ πόλεις καταπίμπρησι, τῶν δὲ χρημάτων τὰ λειπόμενα διὰ πλῆθος ἢ βάρος ἁρπαγὴν προτίθεται, τρόπον τινὰ τῆς χώρας ἐξιστάμενος ἤδη Ῥωμαίοις, ἐφιλοτιμεῖτο καὶ παρεκάλει τοὺς στρατιώτας ὥσπερ οἰκείας καὶ παρακεχωρημένης κηδομένους βαδίζειν.
因为提图斯听说,腓力像逃亡者一样穿过色萨利,将居民从城市驱赶到山里,并烧毁城市,因物资过多或过重而将剩余的财产委诸掠夺,这在某种程度上已是将土地让给罗马人;于是提图斯以此为荣,并勉励士兵们在行军时要爱护这片土地,就好像它是他们自己的、且已被让渡给他们一样。
§5.3καὶ μέντοι καὶ παρεῖχεν αὐτοῖς τὰ γινόμενα τῆς εὐταξίας αἴσθησιν εὐθύς, προσεχώρουν μὲν γὰρ αἱ πόλεις ἁψαμένοις Θετταλίας, οἱ δʼ ἐντὸς Πυλῶν Ἕλληνες ἐπόθουν καὶ διεπτόηντο ταῖς ὁρμαῖς πρὸς τὸν Τίτον, Ἀχαιοὶ δὲ τήν Φιλίππου συμμαχίαν ἀπειπάμενοι πολεμεῖν ἐψηφίσαντο μετὰ ʼ Ῥωμαίων πρὸς αὐτόν.
而且事实上,所发生的事情立刻让他们感受到了这种良好纪律的效果。 因为他们一踏入色萨利,各城市便纷纷归顺,而皮莱(温泉关)内侧的希腊人则渴望着提图斯,并怀着热切的冲动向他倾心,亚该亚人也废除了与腓力的同盟,投票决定与罗马人联合对腓力作战。
§5.4Ὀπούντιοι δέ, καίπερ Αἰτωλῶν τότε Ῥωμαίοις συναγωνιζομένων προθυμότατα καὶ τήν πόλιν ἀξιούντων παραλαβεῖν καὶ φυλάττειν, οὐ προσέσχον, ἀλλὰ μεταπεμψάμενοι τὸν Τίτον ἐκείνῳ διεπίστευσαν ἑαυτοὺς καὶ παρέδωκαν.
而奥蓬斯人,尽管当时埃托利亚人正极热切地与罗马人合作,并要求接管和防守该城,但他们并未理会,而是召来提图斯,将自己托付并缴获给他。
Πύρρον μὲν οὖν λέγουσιν, ὅτε πρῶτον ἀπὸ σκοπῆς κατεῖδε τὸ στράτευμα τῶν Ῥωμαίων διακεκοσμημένον, εἰπεῖν οὐ βαρβαρικὴν αὐτῷ φανῆναι τήν τῶν βαρβάρων παράταξιν οἱ δὲ Τίτῳ πρῶτον ἐντυγχάνοντες ἠναγκάζοντο παραπλησίας ἀφιέναι φωνάς.
人们说,当皮洛士第一次从瞭望哨看到罗马军队整齐的布阵时,曾说这蛮族的阵势在他看来并不像野蛮人;而第一次见到提图斯的人也不得不发出类似的赞叹。
§5.5ἀκούοντες γὰρ τῶν Μακεδόνων ὡς ἄνθρωπος ἄρχων βαρβάρου στρατιᾶς ἔπεισι διʼ ὅπλων πάντα καταστρεφόμενος καὶ δουλούμενος, εἶτα ἀπαντῶντες ἀνδρὶ τήν τε ἡλικίαν νέῳ καὶ τήν ὄψιν φιλανθρώπῳ, φωνήν τε καὶ διάλεκτον Ἕλληνι καὶ τιμῆς ἀληθοῦς ἐραστῇ, θαυμασίως ἐκηλοῦντο, καὶ τὰς πόλεις ἀπιόντες ἐνεπίμπλασαν εὐνοίας τῆς πρὸς αὐτόν ὡς ἐχούσας ἡγεμόνα τῆς ἐλευθερίας.
因为他们听马其顿人说,一个率领蛮族军队的男子正荷枪实弹而来,要征服和奴役一切;然而,当他们遇到一个年纪尚轻、面容温和、声音和方言都像希腊人、且热爱真正荣誉的男子时,便惊奇地被他吸引,离去时在各自的城市里填满了对他的好感,视他为自由的领袖。
§5.6ἐπεὶ δὲ καὶ Φιλίππῳ δοκοῦντι συμβατικῶς ἔχειν εἰς ταὐτὸν ἐλθὼν προὔτεινεν εἰρήνην καὶ φιλίαν ἐπὶ τῷ τοὺς Ἕλληνας αὐτονόμους ἐᾶν καὶ τὰς φρουρὰς ἀπαλλάττειν, ὁ δὲ οὐκ ἐδέξατο, παντάπασιν ἤδη τότε καὶ τοῖς θεραπεύουσι τὰ τοῦ Φιλίππου παρέστη Ῥωμαίους πολεμήσοντας ἥκειν οὐχ Ἕλλησιν, ἀλλʼ ὑπὲρ Ἑλλήνων Μακεδόσι.
此外,当他与似乎有意和解的腓力会面,提出以允许希腊人自治并撤走驻军为条件换取和平与友好,而腓力拒绝接受时,甚至连那些迎合腓力利益的人在当时也完全明白:罗马人前来作战,并非针对希腊人,而是为了希腊人而针对马其顿人。