Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §4.1-4.6

牧人引路与罗马军的夹击

第 4 段,共 21 段 · 希腊语

内容简介

提图斯放弃绕道而选择强攻,但进展困难,随后派出一支由当地牧人向导的奇兵。两天后,看到奇兵升起的信号烟雾,罗马军队发动夹击,将马其顿军队逼入绝境。

§4.1ἦσαν μὲν οὖν οἱ τὸν Τίτον ἄγειν κύκλῳ διὰ τῆς Δασσαρήτιδος κατὰ Λύκον εὔπορον ὁδὸν καὶ ῥᾳδίαν ἐπιχειροῦντες.
且说,有人曾试图让提图斯经由达萨雷提斯,沿着吕库斯河绕行,那是一条便捷的且容易的道路。
ὁ δὲ δεδοικώς μὴ πόρρω θαλάττης ἐμβαλὼν ἑαυτὸν εἰς τόπους γλίσχρους καὶ σπειρομένους πονηρῶς τοῦ Φιλίππου φυγομαχοῦντος ἀπορήσῃ σιτίων καὶ πάλιν ἄπρακτος, ὥσπερ ὁ πρὸ αὐτοῦ στρατηγὸς, ἀναχωρεῖν ἀναγκασθῇ πρὸς τὴν θάλασσαν, ἔγνω προσβαλὼν ἀνὰ κράτος διὰ τῶν ἄκρων βιάσασθαι τὴν πάροδον.
然而提图斯担心,如果自己深入到远离海洋、土地贫瘠且几乎没有耕作的地方,而腓力又避而不战,自己可能会陷入粮食短缺,并像他之前的将军一样,被迫再次一无所成地退回海边;于是他决定全力发起进攻,强行通过高地。
§4.2ἐπεὶ δὲ τὰ ὄρη τοῦ Φιλίππου τῇ φάλαγγι κατέχοντος, ἐκ τῶν πλαγίων πανταχόθεν ἐπὶ τοὺς Ῥωμαίους ἀκοντίων καὶ τοξευμάτων φερομένων, πληγαὶ μὲν ἐγίνοντο καὶ ἀγῶνες ὀξεῖς καὶ νεκροὶ παρʼ ἀμφοτέρων ἔπιπτον, οὐδὲν δὲ τοῦ πολέμου πέρας ἐφαίνετο, προσῆλθον ἄνθρωποι τῶν αὐτόθι νεμόντων φράζοντές τινα κύκλωσιν ἀμελουμένην ὑπὸ τῶν πολεμίων, ᾗ τὸν στρατόν ἄξειν ὑπισχνοῦντο καὶ καταστήσειν μάλιστα τριταῖον ἐπὶ τῶν ἄκρων.
然而,由于腓力用方阵占领了群山,从两侧各处不断有投枪和箭矢向罗马人射来,造成了伤亡和激烈的战斗,双方都有人战死,而战争的终局却毫无头绪。 此时,当地的一些牧人前来,指明了一条被敌军疏于防范的迂回路,他们承诺将循此路引导军队,并大致在第三天让军队抵达山顶。
§4.3γνώστην δὲ τῆς πίστεως παρείχοντο καὶ βεβαιωτὴν Χάροπα τὸν Μαχάτα, πρωτεύοντα μὲν Ἠπειρωτῶν, εὔνουν δὲ Ῥωμαίοις ὄντα καὶ κρύφα φόβῳ τοῦ Φιλίππου συναγωνιζόμενον.
至于其可信度的证明者和担保人,他们推举了马哈塔斯的儿子哈洛普斯,他是伊庇鲁斯人的领袖,对罗马人怀有好感,并因畏惧腓力而暗中予以协助。
ᾧ πιστεύσας ὁ Τίτος ἐκπέμπει χιλίαρχον ἕνα πεζοὺς ἔχοντα τετρακισχιλίους καὶ ἱππεῖς τριακοσίους, ἡγοῦντο δὲ οἱ νομεῖς ἐκεῖνοι δεδεμένοι·
提图斯信任了他,便派遣了一名军事护民官,率领四千步兵和三百骑兵,由那些被捆绑着的牧人带路。
καὶ τὰς μὲν ἡμέρας ἀνεπαύοντο κοίλους προβαλλόμενοι καὶ ὑλώδεις τόπους, ὥδευον δὲ νύκτωρ πρὸς τὴν σελήνην καὶ γὰρ ἦν διχόμηνος.
他们在白天休息,以低洼和林木茂密之处作为掩护,在夜间则借着月光赶路,因为当时正值满月。
§4.4ὁ δὲ Τίτος τούτους ἀποστείλας τὰς μὲν ἄλλας ἡμέρας διανέπαυε τὸν στρατόν ὅσα μὴ περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους, καθʼ ἣν δὲ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες, ἅμʼ ἡμέρᾳ πᾶν μὲν βαρὺ, πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει·
提图斯派出这些人后,在其他几天里让军队休整,除了通过小规模交火来分散敌人的注意力。 但在迂回部队预计要在山顶出现的那一天,破晓时分,他调动了所有的重装步兵和轻装步兵。
καὶ τριχῇ νείμας τὴν δύναμιν αὐτὸς μὲν εἰς τὸ στενώτατον παρὰ τὸ ῥεῖθρον ὀρθίας ἀνῆγε τὰς σπείρας βαλλόμενος ὑπὸ τῶν Μακεδόνων καὶ συμπλεκόμενος τοῖς ἀπαντῶσι περὶ τὰς δυσχωρίας,
他将兵力一分为三,自己则率领中队呈纵队沿着溪流最狭窄处向上推进,一边承受着马其顿人的投掷攻击,一边在险要地势周围与迎面而来的敌人展开肉搏。
§4.5τῶν δὲ ἄλλων ἑκατέρωθεν ἅμα πειρωμένων ἁμιλλᾶσθαι καὶ ταῖς τραχύτησιν ἐμφυομένων προθύμως, ὅ τε ἥλιος ἀνέσχε καὶ καπνὸς οὐ βέβαιος, ἀλλʼ οἷον ὄρειος ὁμίχλη πόρρωθεν ἀνατέλλων καὶ διαφαινόμενος τοὺς μὲν πολεμίους ἐλάνθανε, κατὰ νώτου γὰρ ἦν αὐτοῖς, ἤδη τῶν ἄκρων ἐχομένων, οἱ δὲ Ῥωμαῖοι δόξαν ἔσχον ἀμφίβολον ἐν ἀγῶνι καὶ πόνῳ τὴν ἐλπίδα πρὸς τὸ βουλόμενον λαμβάνοντες.
此时其他部队也在两旁同时试图攀登,奋力攀附于陡峭的岩壁之上。 太阳升起,一缕若隐若现的烟雾像山雾一样从远处升起并显露出来,这并未引起敌人的注意,因为烟雾在他们的后方,且山顶已被占领;而正在艰难战斗中的罗马人虽觉难以确定,但仍将希望寄托在他们所期盼的事情上。
§4.6ἐπεὶ δὲ μᾶλλον αὐξανόμενος καὶ διαμελαίνων τὸν ἀέρα καὶ πολὺς ἄνω χωρῶν ἐδηλοῦτο πυρσὸς εἶναι φίλιος, οἱ μὲν ἀλαλάξαντες ἐπέβαινον ἐρρωμένως καὶ συνέστελλον εἰς τὰ τραχύτατα τοὺς πολεμίους, οἱ δὲ ὄπισθεν ἀπὸ τῶν ἄκρων ἀντηλάλαξαν.
随着烟雾愈发扩大,染黑了天空,并大量向上涌动,显出那是友军的信号火时,罗马人便发出呐喊,奋力向前推进,将敌人逼入极险峻之地,而背后的山顶上也传来了回敬的呐喊声。

词汇与语法注释

  1. 4.1δεδοικώς μὴ... ἀπορήσῃ ... καὶ ... ἀναχωρεῖν ἀναγκασθῇ — 在表示担忧的分词 δεδοικώς 引导的 μὴ 从句中,包含两个虚拟语气动词 ἀπορήσῃ 和 ἀναγκασθῇ。尽管其间插入了属格独立结构 τοῦ Φιλίππου φυγομαχοῦντος,导致主语(提图斯)与谓语的关系在视觉上有所隔断,但这两个虚拟语气动词的主语均为提图斯。
  2. 4.4ὅσα μὴ — 表示限制或排除的副词性惯用法,意为“除了……的程度之外”或“只要不……”。在此处它修饰不定式 περισπᾶν,意思是“除了通过小交火来分散敌人的注意力之外,让军队进行休整”。
  3. 4.5τὴν ἐλπίδα πρὸς τὸ βουλόμενον λαμβάνοντες — 直译为“将希望带向所期盼的事物”。τὸ βουλόμενον 是中性现在分词的名词化,意为“所期盼的事、对自己有利的事”。此处描绘了在艰难的战斗中,士兵们如何将若隐若现的烟雾这一不确定迹象,往符合自己愿望(友军到达)的方向进行有利的解释。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。