§15.1ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους (ἐλεύθεροι γὰρ ἦσαν), §15.2ἀλλʼ εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, καὶ σφόδρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάστασιν καὶ δόξαν αὐτοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιοτέρους, τοὺς δὲ ἀρχομένους νοσεῖν ὥσπερ τι ἐν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν ἔστησε καὶ διεκώλυσεν ἐξαμαρτεῖν.
但是,当安条克率领众多船只和军队渡海来到希腊,使各城市哗变并煽动内讧时,埃托利亚人全力协助他——他们早就对罗马人民怀有敌意和敌对情绪,并为他提供了战争的起因和借口,即去解放那些根本不需要解放的希腊人(因为他们本来就是自由的),而且因为缺乏更冠冕堂皇的理由,他们教导安条克去利用最美丽的字眼。 罗马人非常害怕安条克的崛起及其势力的名望,于是派遣执政官马尼乌斯·阿基利乌斯作为战争的主帅,并派遣提图斯作为使节去处理希腊事务。 在希腊人中,有些人只要一见到提图斯,提图斯就立刻使他们的忠诚更加巩固;而对那些开始动摇的人,提图斯则像及时施予良药一般灌输对自己的好意,从而稳定了他们并阻止了他们犯错。
§15.3ὀλίγοι δὲ αὑτὸν ἐξέφυγον ἤδη προκατειλημμένοι καὶ διεφθαρμένοι παντάπασιν ὑπὸ τῶν Αἰτωλῶν, οὓς καίπερ ὀργισθεὶς καὶ παροξυνθεὶς ὅμως μετὰ τὴν μάχην περιεποίησεν.
但也有少数人已经完全被埃托利亚人预先控制和腐蚀,从而脱离了他的控制,然而,尽管提图斯感到愤怒和激恼,但在战斗结束后他还是保护了他们。
Ἀντίοχος γὰρ ἡττηθεὶς ἐν Θερμοπύλαις καὶ φυγὼν εὐθὺς εἰς Ἀσίαν ἀπέπλευσε, Μάνιος δʼ ὁ ὕπατος τοὺς μὲν αὐτὸς ἐπιὼν τῶν Αἰτωλῶν ἐπολιόρκει, τοὺς δὲ τῷ βασιλεῖ Φιλίππῳ συνεχώρησεν ἐξαιρεῖν.
因为安条克在温泉关战败并逃跑后,立即乘船回到了亚洲,而执政官马尼乌斯亲自率军攻打并围困了部分埃托利亚人,并允许国王菲利普去征服其余的埃托利亚人。
§15.4ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδόνος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δὲ Ἀθαμάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτωλῶν ἐχόντων πολιορκοῦντος, οἰκτείρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον.
当马其顿人一方面在掠夺和劫掠多洛皮亚人和马格内西亚人,另一方面在掠夺阿萨马尼亚人和阿佩兰蒂亚人时,而马尼乌斯自己则在彻底洗劫了赫拉克利亚之后,正在围攻埃托利亚人所防守的瑙帕克托斯,提图斯怜悯希腊人,便从伯罗奔尼撒渡海来到执政官那里。
καὶ πρῶτον μὲν ἐπετίμησεν εἰ νενικηκὼς αὐτὸς τὰ ἔπαθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται διʼ ὀργήν, ἔθνη δὲ οὐκ ὀλίγα καὶ βασιλείας Μακεδόνες αἱροῦσιν.
起初,他责备马尼乌斯,问他自己既然取得了胜利,为何还任由菲利普夺取战争的果实,并且因为愤怒而坐困在区区一座城市周围消磨时光,而马其顿人却在夺取不少民族和王国。
§15.5ἔπειτα τῶν πολιορκουμένων, ὡς εἶδον αὑτὸν, ἀπὸ τοῦ τείχους ἀνακαλούντων καὶ χεῖρας ὀρεγόντων καὶ δεομένων, τότε μὲν οὐδὲν εἰπών, ἀλλὰ στραφεὶς καὶ δακρύσας ἀπῆλθεν, ὕστερον δὲ διαλεχθεὶς τῷ Μανίῳ καὶ καταπαύσας τὸν θυμὸν αὐτοῦ διεπράξατο τοῖς Αἰτωλοῖς ἀνοχὰς δοθῆναι, καὶ χρόνον ἐν ᾧ πρεσβεύσαντες εἰς Ῥώμην μετρίου τινὸς τυχεῖν ἀξιώσουσι.
随后,被围困的人一看到他,就从城墙上呼喊他,伸出双手哀求,提图斯当时什么也没说,只是转过身去流着泪离开了,但后来他与马尼乌斯交谈并平息了他的怒火,成功地为埃托利亚人争取到了停战协定,以及一段让他们可以派遣使节前往罗马并请求获得宽大处理的时间。