Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §16.1-16.4

拯救卡尔基斯与获享神化崇拜

第 16 段,共 21 段 · 希腊语

内容简介

提图斯将卡尔基斯人从执政官马尼乌斯的愤怒中解救出来,心怀感激的卡尔基斯人将他神化崇拜,建立祭司职位并创作赞歌至今。

§16.1πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρʼ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθʼ ὥραν οὐδὲ κατὰ καιρόν, ἀλλʼ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι.
但是,给提图斯带来最大斗争和劳苦的,乃是为卡尔基斯人向马尼乌斯进行的恳求。 因为马尼乌斯对卡尔基斯人极为愤怒,起因是安条克在战争已经爆发后娶了他们那里的一位姑娘。 这桩婚事既不合年纪,也不合时宜,而是一个年迈的男人爱上了一个少女,她是克莱奥普托勒莫斯的女儿,据说曾是少女中最美丽的。
§16.2τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βασιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πόλεμον ὁρμητήριον παρασχεῖν.
这使卡尔基斯人最热切地支持国王,并将他们的城市提供给他作为战争的基地。
ἐκεῖνος μὲν οὖν ὡς τάχιστα μετὰ τὴν μάχην φεύγων προσέμιξε τῇ Χαλκίδι, τήν τε κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους εἰς Ἀσίαν ἀπέπλευσε·
因此,安条克在战斗结束后尽可能快地逃跑,抵达了卡尔基斯,带上少女、钱财和朋友们,乘船前往亚洲。
τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλκιδεῖς σὺν ὀργῇ πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμάλαττε καὶ παρῃτεῖτο καί τέλος ἔπεισε καὶ κατεπράϋνεν, αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος.
但是,马尼乌斯怒气冲冲地直接朝卡尔基斯人进军,提图斯一路上跟随着他,设法软化并请求宽恕,最终说服并平息了他的怒火,因为提图斯向马尼乌斯本人以及那些有权势的罗马人进行了恳求。
§16.3οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν παρʼ αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπιγραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν ὁ δῆμος Τίτῳ καὶ Ἡρακλεῖ τὸ γυμνάσιον, ἑτέρωθι δὲ πάλιν, ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον.
卡尔基斯人以此方式得以幸存,他们将自己最美丽、最宏伟的奉献物献给了提图斯,直到今天还能看到如下的铭文: “人民将体育馆 [献给] 提图斯和赫拉克勒斯,” 在另一处又写道: “人民将德尔菲神庙 [献给] 提图斯和阿波罗。
§16.4ἔτι δὲ καὶ καθʼ ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημένον, οὗ τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες ἀνεγράψαμεν ἃ παυόμενοι τῆς ᾠδῆς λέγουσι· " πίστιν δὲ Ῥωμαίων σέβομεν, τὰν μεγαλευκτοτάταν ὅρκοις φυλάσσειν·
” 甚至直到我们这个时代,依然通过选举产生提图斯的祭司,在向他献祭并举行奠酒仪式后,他们会唱一首创作的赞歌。 我们因篇幅过长而省略了其他部分,仅将他们在歌末所唱的内容记录如下: “我们敬重罗马人的信义,誓以誓言守护这至高无上的荣耀;歌唱吧,少女们,歌唱伟大的宙斯、罗马、提图斯,以及罗马人的信义。
μέλπετε κοῦραι, Ζῆνα μέγαν Ῥώμαν τε Τίτον θʼ ἅμα Ῥωμαίων τε πίστιν ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ.
伊埃·派安,哦,救主提图斯!
"

词汇与语法注释

  1. 16.1ἐν ὀργῇ γεγονότων — 属格阳性复数分词 `γεγονότων` 与前方的名词 `Χαλκιδέων`(卡尔基斯人)一致。在语境中,它表示“(卡尔基斯人)落入[马尼乌斯的]怒火之中”,即触怒了马尼乌斯。
  2. 16.2βασιλίσαι — 不及物动词 `βασιλίζω`(站在国王一边、支持国王)的不定式。它由使役动词 `ἐποίησε` 支配,与作其主语宾格的 `τοὺς Χαλκιδεῖς` 构成“宾格加不定式”结构。
  3. 16.2αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος — 分词 `δεόμενος`(恳求)支配属格。在此,`αὐτοῦ`(他,指马尼乌斯)和 `τῶν ἐν τέλει Ῥωμαίων`(掌权的罗马人)共同作为其并列的属格宾语。
  4. 16.4τὰν μεγαλευκτοτάταν — 多利斯方言形式,相当于雅典方言的 `τὴν μεγαλευχητοτάτην`(大受称赞的、极尊贵的),修饰先行词 `πίστιν`(信义)。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §16.1-16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:16.1-16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。