§8.1τὸ δὲ κοινὸν τῶν Ἀχαιῶν πρῶτος μὲν Ἄρατος εἰς ἀξίωμα καὶ δύναμιν ἦρεν, ἐκ ταπεινοῦ καὶ διερριμμένου κατὰ πόλεις συναγαγὼν καὶ πολιτευσάμενος Ἑλληνικὴν καὶ φιλάνθρωπον πολιτείαν· ἔπεια, ὥσπερ ἐν τοῖς ὕδασιν, ἀρξαμένων ὀλίγων ὑφίστασθαι καὶ μικρῶν σωμάτων, ἤδη τὰ ἐπιρρέοντα τοῖς πρώτοις ἐνισχόμενα καὶ περιπίπτοντα πῆξιν ἰσχυρὰν καὶ στερεότητα ποιεῖ διʼ ἀλλήλων, §8.2οὕτω τῆς Ἑλλάδος ἀσθενοῦς καὶ εὐδιαλύτου φερομένης κατὰ πόλεις ἐν τῷ τότε χρόνῳ πρῶτον συστάντες οἱ Ἀχαιοί, καὶ τῶν κύκλῳ πόλεων τὰς μὲν ἐκ τοῦ βοηθεῖν καὶ συνελευθεροῦν ἀπὸ τῶν τυράννων ὑπολαμβάνοντες, τὰς δὲ ὁμονοίᾳ καὶ πολιτείᾳ καταμιγνύντες εἰς ἑαυτούς, ἓν σῶμα καὶ μίαν δύναμιν κατασκευάσαι διενοοῦντο τὴν Πελοπόννησον.
阿拉托斯第一个将阿卡亚同盟提升到荣誉和强盛地位,他将分散在各个城市中、处于卑微状态的他们聚集起来,并确立了一个希腊式的、具有人道精神的政体;接着,正如在水中,当少数微小的物体开始沉淀时,随之流来的东西立刻附着并碰撞在先前的物体上,从而通过彼此的作用形成强有力的凝聚和巩固一样,当时希腊各城市处于虚弱且易于瓦解的漂流状态中,阿卡亚人首先团结起来,在周围的城市中,他们有的是通过援助和共同从僭主手中解放出来而纳入庇护,有的是通过和睦与公民权将他们融入自身,意图将整个伯罗奔尼撒构建成一个身体和一种力量。
§8.3ἀλλ Ἀράτου μὲν ζῶντος ἔτι τοῖς Μακεδόνων ὅπλοις ὑπεδύοντο τὰ πολλά, θεραπεύοντες Πτολεμαῖον, εἶτʼ αὖθις Ἀντίγονον καὶ Φίλιππον ἐν μέσαις ἀναστρεφομένους ταῖς Ἑλληνικαῖς πράξεσιν ἐπεὶ δὲ Φιλοποίμην εἰς τὸ πρωτεύειν προῆλθεν, ἤδη καθʼ ἑαυτοὺς ἀξιόμαχοι τοῖς ἰσχύουσι πλεῖστον ὄντες ἐπαύσαντο χρώμενοι προστάταις ἐπεισάκτοις.
然而,当阿拉托斯还活着的时候,他们大体上还是屈从于马其顿的武力,逢迎普托勒迈斯,随后又逢迎在希腊事务中起主导作用的安提柯和腓力;但当菲洛波义曼晋升到领导地位时,他们已经能够仅凭自身与那些最强大的势力抗衡,从而停止了雇用外来的保护者。
§8.4Ἄρατος μὲν γὰρ, ἀργότερος εἶναι δοκῶν πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, ὁμιλίᾳ καὶ πρᾳότητι καὶ φιλίαις βασιλικαῖς τὰ πλεῖστα κατειργάσατο τῶν πραγμάτων, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, Φιλοποίμην δὲ ἀγαθὸς πολεμιστὴς ὢν καὶ διὰ τῶν ὅπλων ἐνεργός, ἔτι δʼ εὐτυχὴς καὶ κατορθωτικὸς εὐθὺς ἐν ταῖς πρώταις γενόμενος μάχαις, ἅμα τῇ δυνάμει τὸ φρόνημα τῶν Ἀχαιῶν ηὔξησε νικᾶν ἐθισθέντων μετʼ αὐτοῦ καὶ κατευτυχεῖν ἐν τοῖς πλείστοις ἀγῶσι.
因为阿拉托斯在军事斗争上被认为较为迟钝,大部分事务都是通过外交、温和的态度以及与国王们的友好关系来达成的,正如关于他的传记中所写的那样;而菲洛波义曼作为一名优秀的战士,在战场上大显身手,并且在最初的几场战役中就立刻获得了幸运与胜利,随着阿卡亚人习惯于同他一起赢得胜利并在大多数斗争中获得好运,他不仅增强了阿卡亚人的实力,也提高了他们的士气。