Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §7.1-7.7

整顿阿卡亚同盟骑兵与埃利斯之战

第 7 段,共 21 段 · 希腊语

内容简介

塞拉西亚战役后,菲洛波义曼在克里特岛进行军事修炼,归国后出任阿卡亚同盟骑兵长官。他大力整顿纪律涣散的骑兵,并在与埃利斯军队的战斗中亲自斩杀敌方将领。

§7.1ἐκ τούτου δόξαν ἔσχεν, ὥσπερ εἰκὸς, ὁ Φιλοποίμην, καὶ τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ὅπως στρατεύοιτο μετʼ αὐτοῦ, καὶ διδόντος ἡγεμονίαν καὶ χρήματα, παρῃτήσατο, μάλιστα τὴν ἑαυτοῦ φύσιν καταμαθὼν πρὸς τὸ ἄρχεσθαι δυσκόλως καὶ χαλεπῶς ἔχουσαν, ἀργεῖν δὲ καὶ σχολάζειν οὐ βουλόμενος ἀσκήσεως ἕνεκα καὶ μελέτης τῶν πολεμικῶν εἰς Κρήτην ἔπλευσεν ἐπὶ στρατείαν.
由此,菲洛波义曼理所当然地获得了声誉。 尽管安提柯极力争取让他随军出征,并给予他指挥权和资金,但他婉拒了,因为他尤其看清了自己的天性对于服从他人感到不顺从和难以接受。 然而,由于他不愿无所事事、游手好闲,为了军事上的训练与实践,他乘船前往克里特岛服役。
§7.2κἀκεῖ συχνὸν χρόνον ἐγγυμνασάμενος ἀνδράσι μαχίμοις καὶ ποικίλοις μεταχειρίσασθαι πόλεμον, ἔτι δὲ σώφροσι καὶ κεκολασμένοις περὶ δίαιταν, ἐπανῆλθεν οὕτω λαμπρὸς εἰς τοὺς Ἀχαιούς ὥστε εὐθὺς ἵππαρχος ἀποδειχθῆναι.
在那里,他与那些骁勇善战且在战争手段上变化多端,并在日常生活上节制且有纪律的人们共同训练了相当长的时间,随后他如此辉煌地回到阿卡亚人身边,以至于立即被任命为骑兵长官。
§7.3παραλαβὼν δὲ τοὺς ἱππεῖς φαύλοις μὲν ἱππαρίοις ἐκ τοῦ προστυχόντος, ὅτε συμβαίνοι στρατεία, προσχρωμένους, αὐτοὺς δὲ τὰς πολλὰς τῶν στρατειῶν ἀποδιδράσκοντας, ἑτέρους δὲ πέμποντας ἀνθʼ ἑαυτῶν, δεινὴν δὲ ἀπειρίαν μετὰ ἀτολμίας πάντων οὖσαν, περιορῶντας δὲ ταῦτα τοὺς ἄρχοντας ἀεὶ διά τε τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς τοὺς ἱππεῖς δύνασθαι καὶ μάλιστα κυρίους εἶναι τιμῆς καὶ κολάσεως,
但当他接管骑兵后,发现他们在发生军事行动时,临时凑合使用劣等的马匹,他们自己则逃避大部分的征伐,派遣其他人代替自己,所有人之间都存在着伴随着胆怯的严重无能,而历任指挥官们总是对此听之任之,因为在阿卡亚人中,骑兵拥有最大的权力,且对荣誉和惩罚最具有支配力。
§7.4οὐχ ὑπεῖξεν οὐδὲ ἀνῆκεν, ἀλλὰ καὶ τὰς πόλεις ἐπιών καὶ κατʼ ἄνδρα τῶν νέων ἕκαστον ἐπὶ τὴν φιλοτιμίαν συνεξορμῶν, καὶ κολάζων τοὺς ἀνάγκης δεομένους, μελέταις τε καὶ πομπαῖς καὶ πρὸς ἀλλήλους ἁμίλλαις χρώμενος, ὅπου πλεῖστοι θεᾶσθαι μέλλοιεν, ἐν ὀλίγῳ χρόνῳ πᾶσι ῥώμην τε θαυμαστὴν καὶ προθυμίαν παρέστησε καὶ, §7.5ὃ μέγιστον ἦν ἐν τοῖς τακτικοῖς, ἐλαφροὺς καὶ ὀξεῖς πρός τε τὰς κατʼ οὐλαμὸν ἐπιστροφὰς καὶ περισπασμοὺς καὶ τὰς καθʼ ἵππον ἐπιστροφὰς καὶ κλίσεις ἀπειργάσατο, καὶ συνείθισεν ὡς ἑνὶ σώματι κινουμένῳ καθʼ ὁρμὴν ἑκούσιον ἐοικέναι τὴν ὅλου τοῦ συστήματος ἐν ταῖς μεταβολαῖς εὐχέρειαν.
他没有妥协,也没有放松,而是走访各城市,亲自激发每一个年轻人的荣誉心,惩罚那些需要强制的人,并通过在最多人能够观看的地方举行训练、游行和相互竞争,在短时间内使所有人都产生了令人惊叹的力量和热忱,并且,实现了战术中最为关键的一点,使他们在小队旋回和包抄,以及单骑的旋回和偏转上变得轻灵而敏捷,并使整个系统在战术变换中的灵活运转,习惯于像一个因自发冲动而运动的单一身体。
§7.6συστάσης δὲ τῆς περὶ τὸν Λάρισσον αὐτοῖς ποταμὸν ἰσχυρᾶς μάχης πρός Αἰτωλοὺς καὶ Ἠλείους, ὁ τῶν Ἠλείων ἵππαρχος Δαμόφαντος ὥρμησεν ἐπὶ τὸν Φιλοποίμενα προεξελάσας.
当他们与埃托利亚人和埃利斯人在拉里索斯河附近展开一场激战时,埃利斯人的骑兵长官达墨凡托斯率先策马冲向菲洛波义曼。
δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ καὶ φθάσας τῷ δόρατι παίει καὶ καταβάλλει τὸν Δαμόφαντον.
而菲洛波义曼接下了他的冲锋,抢先一步用矛刺中并击落了达墨凡托斯。
§7.7εὐθὺς δὲ τούτου πεσόντος ἔφυγον οἱ πολέμιοι, καὶ λαμπρὸς ἦν ὁ Φιλοποίμην, ὡς οὔτε κατὰ χεῖρα τῶν νέων τινὸς οὔτε συνέσει τῶν πρεσβυτέρων ἀπολειπόμενος, ἀλλὰ καὶ μάχεσθαι καὶ στρατηγεῖν ἱκανώτατος.
达墨凡托斯一落地,敌人便随即溃逃,菲洛波义曼名声大噪,被认为在勇武上不亚于任何年轻人,在智慧上也不逊于任何长者,无论在亲自战斗还是在指挥军队上都极具才能。

词汇与语法注释

  1. §7.1τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ... καὶ διδόντος — 以安提柯为逻辑主语的属格独立结构,为主句(主语为菲洛波义曼,谓语为παρῃτήσατο)提供背景性陈述。
  2. §7.3παραλαβὼν δὲ τοὺς ἱππεῖς ... περιορῶντας δὲ ταῦτα τοὺς ἄρχοντας — 分词 παραλαβὼν 支配两个并列的宾语结构:前半部分的 τοὺς ἱππεῖς(及其修饰分词群)和后半部分的 τοὺς ἄρχοντας(及其修饰分词 περιορῶντας)。意为“发现骑兵们正处于……状态,同时发现指挥官们也一直在默许这些情况”。
  3. §7.6δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ — 人称代名词所有格 αὐτοῦ 作为物主属格修饰名词 τὴν ὁρμὴν(“接下了他的冲锋”)。分词 δεξάμενος 的直接宾语是 τὴν ὁρμὴν。

引用这一段

普鲁塔克, 菲洛皮门传 §7.1-7.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:7.1-7.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。