§4.1ἀπαλλαγεὶς δὲ διδασκάλων καὶ παιδαγωγῶν ἐν μὲν ταῖς πολιτικαῖς στρατείαις, ἃς? ἐποιοῦντο κλωπείας ἕνεκα καὶ λεηλασίας εἰς τὴν Λακωνικὴν ἐμβάλλοντες, εἴθισεν αὑτὸν πρῶτον μὲν ἐκστρατευόντων, ὕστατον δὲ ἀπερχομένων βαδίζειν.
摆脱了教师和家庭教师之后,首先,在市民们为了偷盗和掠夺而入侵拉科尼亚所进行的远征中,他习惯于在出发时走在最前,在撤退时走在最后。
σχολῆς δὲ οὔσης ἢ κυνηγῶν διεπόνει τὸ σῶμα καὶ κατεσκεύαζε κοῦφον ἅμα καὶ ῥωμαλέον, ἢ γεωργῶν.
在有闲暇的时候,他要么通过狩猎,要么通过农耕来锻炼身体,使其既轻捷又强壮。
§4.2ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, εἰς τοῦτον ἐβάδιζε καθʼ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο.
他在距离城市二十斯塔迪翁的地方有一处绝佳的田产,每天午饭或晚饭后他都会步行前往那里,并像每个劳动者一样,随随便便躺在普通草垫上休息。
πρωῒ δὲ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπελουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχολεῖτο.
清晨起床后,他会与葡萄园工人或赶牛人一起动手劳作,然后再次返回城市,与朋友及官员们一起忙于公务。
§4.3τὰ μὲν οὖν ἐκ τῶν στρατειῶν προσιόντα κατάνλισκεν εἰς ἵππους καὶ ὅπλα καὶ λύσεις αἰχμαλώτων, τὸν δὲ οἶκον ἀπὸ τῆς γεωργίας αὔξειν ἐπειρᾶτο δικαιοτάτῳ τῶν χρηματισμῶν, οὐδὲ τοῦτο ποιούμενος πάρεργον, ἀλλὰ καὶ πάνυ προσήκειν? οἰόμενος οἰκεῖα κεκτῆσθαι τὸν ἀλλοτρίων ἀφεξόμενον.
因此,他把从远征中获得的收入花在马匹、武器和赎回俘虏上,而试图通过农耕这一最正当的致富方式来增加家业;他并不把这当作副业,而是认为,对于一个想要不染指他人财产的人来说,拥有自己的财产是极其应当的。
ἠκροᾶτο δὲ λόγων καὶ συγγράμμασι φιλοσόφων ἐνετύγχανεν, οὐ πᾶσιν, ἀλλʼ ἀφʼ ὧν ἐδόκει πρὸς ἀρετὴν ὠφελεῖσθαι.
他也听取讲学并阅读哲学家的著作,但并非所有的著作,而是仅限于那些他认为对增进美德有所裨益的。
§4.4καὶ τῶν Ὁμηρικῶν ὅσα τὰς πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε φαντασίας, τούτοις προσεῖχε.
在荷马的诗作中,凡是他认为能唤起并激发勇气之想象的,他都予以关注。
τῶν δʼ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ λαλιᾶς ἀκάρπου περαίνοιντο.
在其他读物中,他尤其专心于埃万格鲁斯的《战术学》,并且精通关于亚历山大的历史,他认为言辞应当导向行动,除非它们仅仅是为了消遣和无益的闲聊而进行的。
§4.5καὶ γὰρ τῶν τακτικῶν θεωρημάτων τὰς ἐπὶ τοῖς πινακίοις διαγραφὰς ἐῶν χαίρειν, ἐπὶ τῶν τόπων αὐτῶν ἐλάμβανεν ἔλεγχον καὶ μελέτην ἐποιεῖτο, χωρίων συγκλινίας καὶ πεδίων ἀποκοπὰς, καὶ ὅσα περὶ ῥείθροις ἢ τάφροις ἢ στενωποῖς πάθη καὶ σχήματα διασπωμένης καὶ πάλιν συστελλομένης φάλαγγος, ἐπισκοπῶν αὐτὸς πρὸς αὑτὸν ἐν ταῖς ὁδοιπορίαις καὶ τοῖς μεθʼ ἑαυτοῦ προβάλλων.
事实上,他抛开绘图板上战术理论的图解,而是在实际地点进行检验和练习;在行路时,他会独自观察并向随行人员提出地形的倾斜、平原的截断,以及方阵在溪流、沟渠或狭路周围被分割并重新收缩时所经历的种种变化和队形。
§4.6ἔοικε γὰρ οὗτος ὁ ἀνὴρ περαιτέρω τῆς ἀνάγκης ἐμφιλοκαλῆσαι τοῖς στρατιωτικοῖς, καὶ τὸν πόλεμον ὡς ποικιλωτάτην ὑπόθεσιν τῆς ἀρετῆς ἀσπάσασθαι, καὶ ὅλως καταφρονεῖν τῶν ἀπολειπομένων ὡς ἀπράκτων.
因为这个人似乎超越了必要的限度而钟情于军事,将战争奉为展示美德的多样舞台,并且完全瞧不起那些远离军事的人,视他们为无所作为之辈。