§2.1ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν·
他的外貌并不像某些人所认为的那样丑陋,因为我们在德尔斐看到了他保存至今的肖像。
τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι διʼ εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός.
但据说,梅加拉女主人之所以不认识他,是因为他的某种随和与朴素;因为当她听说阿开亚人的将军要到他们那里来时,由于她的丈夫刚好不在,她便慌忙准备晚餐。
§2.2ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι.
正当此时,菲洛皮门穿着一件简陋的短斗篷走了进来,她以为他是某个仆役或先遣人员,便叫他来帮忙干活。
καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος,
τί τοῦτο,
ἔφη,
ὦ Φιλοποίμην;
他立刻扔掉短斗篷,开始劈柴;但主人走了进来,看见了这一幕,便说:“菲洛皮门,这是怎么回事?
τί γὰρ ἄλλο,
ἔφη δωρίζων ἐκεῖνος,
ἢ κακᾶς ὄψεως δίκας δίδωμι;
”他用多利斯方言回答说:“还能是怎么回事,我正在为自己这副寒酸的相貌付出代价呢。
§2.3τοῦ δὲ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ Τίτος εἶπεν,
ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη·
” 泰特斯嘲笑他身体的其他部分,说道:“菲洛皮门,你的手和腿长得多么漂亮,但你却没有肚子!
γαστέρα δʼ οὐκ ἔχεις· ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος.
”因为他的腰部以下比较纤细。
τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει.
然而,这个玩笑其实更是针对他的实力而言的,因为尽管他拥有优秀的重装步兵和骑兵,却常常缺乏资金。
ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται.
以上这些就是学校里关于菲洛皮门流传的逸事。