Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §1.1-1.4

菲洛皮门的出身与师长的抚育

第 1 段,共 21 段 · 希腊语

内容简介

记述科莱安德鲁斯在流亡地梅加洛波利斯抚养克劳吉斯的孤儿菲洛皮门,以及随后埃克德穆斯与梅加洛法内斯两位哲学家对菲洛皮门的教育和功绩。

§1.1Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου καὶ δυνηθεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν, τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ τὸν Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα.
科莱安德鲁斯在曼提尼亚出身于第一流的家族,且是公民中最有权势的人之一;但他遭遇不幸,逃离了祖国,来到了梅加洛波利斯,这在很大程度上是因为菲洛皮门的父亲克劳吉斯,此人因各种原因而声名显赫,私下里也与科莱安德鲁斯关系亲密。
§1.2ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ αὔξησιν λαμβάνοντος, ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδημος καὶ Μεγαλοφάνης οἱ Μεγαλοπολῖται διεδέξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες καὶ φιλοσοφίαν μάλιστα τῶν καθʼ ἑαυτοὺς ἐπὶ πολιτείαν καὶ πράξεις προαγαγόντες.
因此,当克劳吉斯在世时,科莱安德鲁斯得到了他所需的一切;而当克劳吉斯去世后,为了回报好客之情,他抚养了克劳吉斯那成为孤儿的儿子,正如荷马所说阿喀琉斯是由菲尼克斯抚养长大的一样,使这个孩子从一开始就在性格上接受了一种高贵而有王者之风的塑造与成长。 当菲洛皮门已经脱离童年时,梅加洛波利斯人埃克德穆斯和梅加洛法内斯接管了对他的照料,他们曾在阿卡德米与阿尔克西拉乌斯结交,并比同时代的任何人更将哲学推向国政与实践。
§1.3οὗτοι καὶ τὴν ἑαυτῶν πατρίδα τυραννίδος ἀπήλλαξαν, τοὺς ἀποκτενοῦντας Ἀριστόδημον κρύφα παρασκευάσαντες, καὶ Νικοκλέα τὸν Σικυωνίων τύραννον Ἀράτῳ συνεξέβαλον, καὶ Κυρηναίοις δεηθεῖσι, τεταραγμένων τῶν κατὰ τὴν πόλιν καὶ νοσούντων, πλεύσαντες εὐνομίαν ἔθεντο καὶ διεκόσμησαν ἄριστα τὴν πόλιν.
这些人还通过暗中安排刺杀阿里斯托德穆斯的人,使自己的祖国免受僭主统治,并与阿拉图斯一起驱逐了西锡安的僭主尼科克勒斯;此外,应昔兰尼人的请求,在该城局势混乱且病态的情况下,他们乘船前往,确立了良好的法治,并以最完美的方式整顿了该城。
§1.4αὐτοί γε μὴν ἐν τοῖς ἄλλοις ἔργοις καὶ τὴν Φιλοποίμενος ἐποιοῦντο παίδευσιν, ὡς κοινὸν ὄφελος τῇ Ἑλλάδι τὸν ἄνδρα τοῦτον ὑπὸ φιλοσοφίας ἀπεργασόμενοι.
他们自己在其他功绩之中,也承担了对菲洛皮门的教育,企图通过哲学将这个人培养成对希腊的共同福祉。
καὶ γὰρ ὥσπερ ὀψίγονον ἐν γήρᾳ ταῖς τῶν παλαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς ἡ Ἑλλὰς ἠγάπησε διαφερόντως καὶ συνηύξησε τῇ δόξῃ τὴν δύναμιν.
因为希腊在古老领袖们的德行之后,仿佛在晚年才生下这个晚生的孩子,极度地爱护他,并随着他的名声一同增强了他的力量。
Ῥωμαίων δέ τις ἐπαινῶν ἔσχατον αὐτὸν Ἑλλήνων προσεῖπεν, ὡς οὐδένα μέγαν μετὰ τοῦτον ἔτι τῆς Ἑλλάδος ἄνδρα γειναμένης οὐδὲ αὑτῆς ἄξιον.
一位罗马人在赞美他时,称他为“希腊人中的最后一人”,因为希腊在他之后再也没有生育过任何伟大且配得上她自己的男子。

词汇与语法注释

  1. 1.1γένους τε πρώτου καὶ δυνηθείς — 连词 τε... καί 在未完了过去动词 ἦν 之下将两个不同语法范畴的成分并列:一个表示出身背景的属格(γένους πρώτου,“第一流家族的”)和一个不定过去分词(δυνηθείς,“变得有权势的”)。
  2. 1.1τὴν ἑαυτοῦ — 阴性定冠词 τὴν 之后省略了 πατρίδα(祖国)或 γῆν(土地)等名词,表示“他自己的国家”。
  3. 1.2λαμβάνοντος — 此属格单数分词构成了一个不规则的属格独立结构(Genitive Absolute)。尽管它指代的是主句的直接宾语“他的儿子”(菲洛皮门,即宾格 υἱόν),但此处并未使用一致的宾格分词(λαμβάνοντα),而是使用了属格独立结构。
  4. 1.3τοὺς ἀποκτενοῦντας — 带定冠词的将来主动分词(τοὺς ἀποκτενοῦντας)意为“那些将要杀戮的人”,在此构成名词短语,表示未来的执行者或目的(“刺杀阿里斯托德穆斯的刺客”)。
  5. 1.4ταῖς τῶν παλαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς — 动词 ἐπιτίκτω(在其后生育、额外生育)要求与格(ταῖς ... ἀρεταῖς,“古老领袖们的德行”),表示“在……之后再生育……”。这比喻性地描绘了希腊在昔日英雄的光辉德行之后,又晚生了菲洛皮门这位新英雄。

引用这一段

普鲁塔克, 菲洛皮门传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。