§2.1ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν·
His appearance was not ugly, as some believe, for we see a statue of him remaining at Delphi.
τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι διʼ εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός.
But they say that the Megarian hostess's ignorance of him happened because of a certain easy-goingness and simplicity of his; for when she heard that the general of the Achaeans was coming to them, she was in a bustle preparing dinner, since by chance her husband was not present.
§2.2ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι.
Meanwhile, Philopoemen having entered wearing a cheap cloak, she, thinking him to be one of the servants or a forerunner, called upon him to help with the service.
καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος,
τί τοῦτο,
ἔφη,
ὦ Φιλοποίμην; τί γὰρ ἄλλο,
ἔφη δωρίζων ἐκεῖνος,
ἢ κακᾶς ὄψεως δίκας δίδωμι; §2.3τοῦ δὲ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ Τίτος εἶπεν,
ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη· γαστέρα δʼ οὐκ ἔχεις·
And he at once threw off his cloak and began splitting the wood; but the host came in, and seeing him, said, "What is this, Philopoemen?" "What else," said he, speaking in the Doric dialect, "than that I am paying the penalty for my bad looks?" Titus, mocking the nature of the rest of his body, said, "Philopoemen, what fine hands and legs you have, but you have no belly!" For he was rather slender about the waist.
ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει.
The jest, however, was spoken rather with reference to his resources; for though he had good hoplites and cavalry, he was often in want of money.
ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται.
These things, then, are told in the schools about Philopoemen.