§20.1οὗτοι μὲν οὖν ταῦτα ἔπραττον.
因此,这些人正在做这些事。
ὁ δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δεδοικώς καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρμακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι μέχρι ἂν ἐκπίῃ κελεύσας.
但戴诺克拉底极度害怕时间拖延会成为菲洛波义曼的救星,并希望赶在亚该亚人采取行动之前,当夜幕降临、麦塞尼亚的民众散去时,他打开牢房,派进一名携带着毒药的公奴,命令他将毒药呈上并守候在旁,直到他喝完。
§20.2ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατακείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ κατεχόμενος, ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρωπον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις ἑαυτὸν ὑπʼ ἀσθενείας ἀνεκάθιζε.
那时,菲洛波义曼正裹着斗篷躺着,没有入睡,而是沉浸在悲伤和焦虑之中。 当他看到光亮以及拿着毒药杯站在身旁的那个男人时,由于虚弱,他艰难地支撑起身体坐了起来。
καὶ δεξάμενος ἠρώτησεν εἴ τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πεπυ·
他接过药杯,询问是否听到了关于骑兵,特别是关于吕科塔斯的任何消息。
§20.3σμένος ἐστίν, εἰπόντος δὲ τἀνθρώπου διαπεφευγέναι τοὺς πολλούς, ἐπένευσε τῇ κεφαλῇ, καὶ διαβλέψας πρᾴως πρὸς τὸν ἄνθρωπον,
εὖ λέγεις,
εἶπεν,
εἰ μὴ πάντα κακῶς πεπράχαμεν.
当那人回答说大多数人都已逃脱时,他点了点头,温和地看着那人,说: “你带来了好消息,” 他说, “只要我们不是在所有事上都一败涂地。
ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε καὶ πάλιν αὑτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλʼ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν.
” 此后他没有再多说一个字,也没有发出任何声音,便一饮而尽,然后再次躺下,没有给毒药带来太多麻烦,而是因为身体虚弱很快就断了气。