Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §16.1-16.6

斯巴达的严惩与传统体制的废除

第 16 段,共 21 段 · 希腊语

内容简介

菲洛波义曼进入斯巴达并平息其内乱,阻止了亚该亚将军迪奥法内斯的强硬政策;然而,后来他自己担任将军时,对斯巴达进行了严厉惩罚,拆除城墙,并废除了吕库戈斯的教育体系以强行推广亚该亚式教育。

§16.1ἐπεὶ δὲ πάλιν τοὺς Λακεδαιμονίους νεωτερίζειν ἀκούσας ὁ στρατηγὸς τῶν Ἀχαιῶν Διοφάνης ἐβούλετο κολάζειν, οἱ δὲ εἰς πόλεμον καθιστάμενοι διετάρασσον τὴν Πελοπόννησον, ἐπειρᾶτο πραΰνειν καὶ καταπαύειν τόν Διοφάνη τῆς ὀργῆς ὁ Φιλοποίμην, διδάσκων τόν καιρόν ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ἐν τῇ Ἑλλάδι τηλικούτοις αἰωρουμένων στρατοπέδοις ἐκεῖσε χρὴ τόν ἄρχοντα τὴν γνώμην ἔχειν, τὰ δὲ οἰκεῖα μὴ κινεῖν, ἀλλὰ καὶ παριδεῖν τι καὶ παρακοῦσαι τῶν ἁμαρτανομένων.
与此同时,当亚该亚同盟的将军迪奥法内斯听说拉凯戴蒙人再次叛乱并企图惩罚他们,而他们正诉诸战争、使伯罗奔尼撒陷入混乱时,菲洛波义曼试图规劝迪奥法内斯并平息其怒火。 他说明当前的局势:在国王安蒂奥科斯与罗马人率领如此庞大的军队在希腊对峙盘旋之际,执政者理应将注意力放在那里,而不应惊动国内事务,反而应当对某些过失予以宽容并假装听不见。
§16.2οὐ προσέχοντος δὲ τοῦ Διοφάνους, ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐμβαλόντος ἅμα τῷ Τίτῳ καὶ βαδιζόντων εὐθὺς ἐπὶ τὴν πόλιν, ἀγανακτήσας ὁ Φιλοποίμην, ἔργον οὐ νόμιμον οὐδʼ ἀπηκριβωμένον ἐκ τῶν δικαίων, ἀλλὰ μέγα καὶ μεγάλῳ φρονήματι τολμήσας, εἰς τὴν Λακεδαίμονα παρῆλθε καὶ τόν τε στρατηγὸν τῶν Ἀχαιῶν καὶ τόν ὕπατον τῶν Ῥωμαίων ἰδιώτης ὢν ἀπέκλεισε, τὰς δʼ ἐν τῇ πόλει ταραχὰς ἔπαυσε καὶ κατέστησε τοὺς Λακεδαιμονίους πάλιν εἰς τὸ κοινόν, ὥσπερ ἐξ ἀρχῆς ἦσαν.
然而,迪奥法内斯并未听从,反而与特提乌斯一同入侵拉科尼亚,并径直向该城进军。 菲洛波义曼对此大为愤慨,他虽无官职在身,却凭着宏大的气魄,敢于采取一项既非合法、亦无严格法律依据的伟大行动。 他进入拉凯戴蒙,将亚该亚的将军和罗马的执政官都拒之门外,平息了城内的混乱,并使拉凯戴蒙人重新回归同盟,正如他们最初那样。
§16.3χρόνῳ δὲ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δὲ Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους.
此后,菲洛波义曼在担任将军期间,对拉凯戴蒙人提出指控,将流亡者召回城内,并处死了八十名斯巴达人(如波利比乌斯所说),或者根据阿里托克拉特的说法,处死了三百五十人。
§16.4τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγαλοπολίταις, ὅσοι δὲ ἦσαν ὑπὸ τῶν τυράννων ἀποδεδειγμένοι πολῖται τῆς Σπάρτης, μετῴκιζεν ἅπαντας ἀπάγων εἰς Ἀχαΐαν πλὴν τρισχιλίων τούτους δὲ ἀπειθοῦντας καὶ μὴ βουλομένους ἀπελθεῖν ἐκ τῆς Λακεδαίμονος ἐπώλησεν, εἶθʼ οἷον ἐφυβρίζων ἀπὸ τῶν χρημάτων τούτων ἐν Μεγάλῃ πόλει στοὰν ᾠκοδόμησεν.
他拆毁了城壁,割占了大量领土并将其划归大都会人;对于所有被僭主宣布为斯巴达公民的人,除了三千人以外,他将他们全部遣送并移居到亚该亚。 而对于这三千名违抗命令、不愿离开拉凯戴蒙的人,他将其变卖,随后仿佛为了侮辱他们一般,用这笔钱在大都会城建造了一座柱廊。
§16.5ἐμπιπλάμενος δὲ τῶν Λακεδαιμονίων καὶ παρʼ ἀξίαν πεπραχόσιν ἐπεμβαίνων, τὸ περὶ τὴν πολιτείαν ἔργον ὠμότατον ἐξειργάσατο καὶ παρανομώτατον.
他对拉凯戴蒙人尽情宣泄愤怒,对这些遭遇不公惨境的人落井下石,完成了在国制上最残暴且最非法的行径。
ἀνεῖλε γὰρ καὶ διέφθειρε τὴν Λυκούργειον ἀγωγήν, ἀναγκάσας τοὺς παῖδας αὐτῶν καὶ τοὺς ἐφήβους τὴν Ἀχαϊκὴν ἀντὶ τῆς πατρίου παιδείαν μεταβαλεῖν, ὡς οὐδέποτε μικρὸν ἐν τοῖς Λυκούργου νόμοις φρονήσοντας.
因为他废除并摧毁了吕库戈斯的教育制度,强迫他们的儿童和青年放弃祖传的教育而改接受亚该亚式的教育,因为他认为,只要他们还处于吕库戈斯的法律之下,就绝不会抱有顺从的想法。
§16.6τότε μὲν οὖν ὑπὸ συμφορῶν μεγάλων ὥσπερ νεῦρα τῆς πόλεως ἐκτεμεῖν τῷ Φιλοποίμενι παρασχόντες, ἐγένοντο χειροήθεις καὶ ταπεινοί, χρόνῳ δʼ ὕστερον αἰτησάμενοι παρὰ Ῥωμαίων τὴν μὲν Ἀχαϊκὴν ἔφυγον πολιτείαν, ἀνέλαβον δὲ καὶ κατεστήσαντο τὴν πάτριον, ὡς ἦν ἀνυστὸν ἐκ κακῶν καὶ φθορᾶς τηλικαύτης.
因此在当时,由于遭受了巨大的灾难,他们让菲洛波义曼得以切断了城市犹如肌腱般的命脉,从而变得驯服和卑微。 但此后,他们向罗马人申诉,摆脱了亚该亚的国制,并重新恢复和确立了祖传的国制,这在经历了如此巨大的灾难与毁灭后,已是尽力而为了。

词汇与语法注释

  1. 16.1ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ... αἰωρουμένων — 带有 ὡς 的属格独立结构。这表明该情况不仅是客观事实的叙述,而是被菲洛波义曼作为其主观论证的依据或向迪奥法内斯解释的理由(即大国在希腊对峙盘旋的紧迫局势)来呈现的。
  2. 16.2ἔργον οὐ νόμιμον ... τολμήσας — 语序倒装(hyperbaton)。作为分词 τολμήσας 宾语的名词短语 ἔργον...(进一步受形容词 οὐ νόμιμον... 修饰)被置于分词之前。该宾语短语被拉至句首附近,以在主句动词 παρῆλθε 和 ἀπέκλεισε 出现之前,强调菲洛波义曼这一大胆行动的性质。
  3. 16.5ὡς οὐδέποτε μικρὸν ἐν τοῖς Λυκούργου νόμοις φρονήσοντας — ὡς + 将来时分词的结构(复数宾格的 φρονήσοντας)。该宾格在性、数、格上与主句不定式 μεταβαλεῖν 的逻辑主语 τοὺς παῖδας αὐτῶν καὶ τοὺς ἐφήβους(他们的儿童和青年)保持一致。ὡς + 将来时分词表达了主观的意图、目的或预期的理由(“因为认为/预计他们绝不会……”)。

引用这一段

普鲁塔克, 菲洛皮门传 §16.1-16.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:16.1-16.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。