§11.1λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συνεστώσης στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην, ὥσπερ εἴθιστο, τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ ῥώμης· §11.2ἔπειτα κιθαρῳδῶν ἀγωνιζομένων εἰς τὸ θέατρον παρελθεῖν ἔχοντα τοὺς νεανίσκους ἐν ταῖς στρατιωτικαῖς χλαμύσι καὶ τοῖς φοινικοῖς ὑποδύταις, ἀκμάζοντάς τε τοῖς σώμασιν ἅπαντας καὶ ταῖς ἡλικίαις παραλλήλους, αἰδῶ δὲ πολλὴν πρὸς τὸν ἄρχοντα καὶ φρόνημα νεανικὸν ὑποφαίνοντας ἐκ πολλῶν καὶ καλῶν ἀγώνων ἄρτι δʼ αὐτῶν εἰσεληλυθότων κατὰ τύχην Πυλάδην τὸν κιθαρῳδὸν ᾄδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξασθαι
"κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον· " §11.3ἅμα δὲ τῇ λαμπρότητι τῆς φωνῆς τοῦ περὶ τὴν ποίησιν ὄγκου συμπρέψαντος ἐπίβλεψιν γενέσθαι τοῦ θεάτρου πανταχόθεν εἰς τὸν Φιλοποίμενα καὶ κρότον μετὰ χαρᾶς, τῶν Ἑλλήνων τὸ παλαιὸν ἀξίωμα ταῖς ἐλπίσιν ἀναλαμβανόντων καὶ τοῦ τότε φρονήματος ἔγγιστα τῷ θαρρεῖν γινομένων.
据说,在尼米亚竞技大会举行期间,菲洛波义曼第二次担任将军,他不久前刚在曼提内亚战役中获胜,当时因节日而享有闲暇,他首先向希腊人展示了排列整齐的方阵,并如往常一样,迅速而有力地进行着战术演练;随后,在歌唱伴奏琴师们进行比赛时,他率领着身穿军用斗篷和绯色内衣的青年们步入剧场,这些青年都正值壮年,年龄相仿,在许多次优秀的战斗中展现出对指挥官的极大尊敬和年轻人的蓬勃朝气。 正当他们刚刚入场时,碰巧琴师皮拉德斯在演唱提摩太的《波斯人》并唱道: “为希腊缔造自由之辉煌而伟大的荣光;” 随着优美的歌声与诗歌的庄严交相辉映,剧场里所有人的目光都投向了菲洛波义曼,并爆发出一阵充满喜悦的掌声,希腊人在希望中重拾昔日的尊严,并且他们当时的气概也变得极度接近于自信。