Humanitext Reader

普鲁塔克 · 阿里斯提德与大加图比较列传 §2.1-2.4

军事功绩与政治法庭斗争的对比

第 2 段,共 6 段 · 希腊语

内容简介

本章对比了阿里斯提德与卡托在军事及政治法庭斗争中的表现。阿里斯提德在军事上未能独占鳌头并因政治斗争被放逐,而卡托则凭借个人的军事才能屡建奇功,并在强敌环伺的政治风浪中依靠雄辩在法庭上保持不败。

§2.1ἔτι δʼ Ἀριστείδης μὲν ἐν Μαραθῶνι καὶ πάλιν ἐν Πλαταιαῖς δέκατος ἦν στρατηγός, Κάτων δὲ δεύτερος μὲν ὕπατος ᾑρέθη πολλῶν ἀντιμετιόντων, δεύτερος δὲ τιμητής ἑπτὰ τοὺς ἐπιφανεστάτους καὶ πρώτους ἁμιλλωμένους ὑπερβαλόμενος.
此外,阿里斯提德在马拉松以及后来在普拉提亚都只是第十位将军,而卡托则在众多竞争者中被选为第二位执政官,并且在击败了七位最显赫、最一流的竞争对手后,被选为第二位监察官。
καὶ μὴν Ἀριστείδης μὲν ἐν οὐδενὶ τῶν κατορθωμάτων γέγονε πρῶτος, ἀλλὰ Μιλτιάδης ἔχει τοῦ Μαραθῶνος τὸ πρωτεῖον, Θεμιστοκλῆς δὲ τῆς Σαλαμῖνος, ἐν δὲ Πλαταιαῖς φησιν Ἡρόδοτος ἀνελέσθαι καλλίστην νίκην Παυσανίαν, §2.2Ἀριστείδῃ δὲ καὶ τῶν δευτερείων ἀμφισβητοῦσι Σωφάναι καὶ Ἀμεινίαι καὶ Καλλίμαχοι καὶ Κυναίγειροι διαπρεπῶς ἀριστεύσαντες ἐν ἐκείνοις τοῖς ἀγῶσι·
事实上,阿里斯提德在任何辉煌战绩中都不是第一功臣,马拉松的第一功归于米尔蒂亚德,萨拉米斯归于德米斯托克利,而在普拉提亚,希罗多德说帕萨尼亚斯赢得了最美丽的胜利,至于阿里斯提德,甚至连第二等功勋也受到索法内斯们、阿梅尼亚斯们、卡利马科斯们和基奈盖罗斯们的争夺,他们在那些战斗中表现出了极大的英勇。
Κάτων δʼ οὐ μόνον αὐτὸς ὑπατεύων ἐπρώτευσε καὶ χειρὶ καὶ γνώμῃ κατὰ τὸν Ἰβηρικὸν πόλεμον, ἀλλὰ καὶ χιλιαρχῶν περὶ Θερμοπύλας ὑπατεύοντος ἑτέρου τὴν δόξαν ἔσχε τῆς νίκης, μεγάλας ἐπʼ Ἀντίοχον Ῥωμαίοις ἀναπετάσας κλεισιάδας καὶ πρόσω μόνον ὁρῶντι τῷ βασιλεῖ περιστήσας κατὰ νώτου τὸν πόλεμον.
然而,卡托不仅在自己担任执政官期间,于伊比利亚战争中在武力和智谋上都独占鳌头,而且在他人担任执政官时,于温泉关担任千人队长,仍然赢得了胜利的荣耀——他为罗马人敞开了直指安条克的大门,并将战火引向了只顾前瞻的国王的背后。
§2.3ἐκείνη γὰρ ἡ νίκη περιφανῶς ἔργον οὖσα Κάτωνος ἐξήλασε τῆς Ἑλλάδος τὴν Ἀσίαν καὶ παρέσχεν ἐπιβατὴν αὖθις Σκηπίωνι.
因为那场显然是卡托功绩的胜利,将亚洲势力逐出了希腊,并反过来为西庇阿提供了进军亚洲的跳板。
πολεμοῦντες μὲν οὖν ἀήττητοι γεγόνασιν ἀμφότεροι, περὶ δὲ τὴν πολιτείαν Ἀριστείδης μὲν ἔπταισεν ἐξοστρακισθεὶς καὶ καταστασιασθεὶς ὑπὸ Θεμιστοκλέους, Κάτων δʼ, οἵπερ ἦσαν ἐν Ῥώμῃ δυνατώτατοι καὶ μέγιστοι, πᾶσιν, ὡς ἔπος εἰπεῖν, ἀντιπάλοις χρώμενος καὶ μέχρι γήρως ὥσπερ ἀθλητὴς ἀγωνιζόμενος ἀπτῶτα διετήρησεν ἑαυτόν, §2.4πλείστας δὲ καὶ φυγὼν δημοσίας δίκας καὶ διώξας πολλὰς μὲν εἷλε, πάσας δʼ ἀπέφυγε, πρόβλημα τοῦ βίου καὶ δραστήριον ὄργανον ἔχων τὸν λόγον, ᾧ δικαιότερον ἄν τις ἢ τύχῃ καὶ δαίμονι τοῦ ἀνδρὸς τὸ μηδὲν παθεῖν παρʼ ἀξίαν ἀνατιθείη.
因此,虽然两人在军事上都保持不败,但在政治生活上,阿里斯提德因被陶片放逐并在与德米斯托克利的派系斗争中受挫,而卡托则以罗马最强大、最伟大的所有人为对手,像一个竞技者一样战斗到老年,始终保持自身不倒,在经历过极多次公诉中,他作为被告全部脱罪,作为原告则胜诉多次,他将雄辩作为自己生命的防盾和强有力的工具。 比起归功于他的运气和守护神,人们更应该合理地将他未遭受不公待遇归功于他的雄辩。
μέγα γὰρ καὶ Ἀριστοτέλει τῷ φιλοσόφῳ τοῦτο προσεμαρτύρησεν Ἀντίπατρος γράφων περὶ αὐτοῦ μετὰ τὴν τελευτήν, ὅτι πρὸς τοῖς ἄλλοις ὁ ἀνὴρ καὶ τὸ πιθανὸν εἶχεν.
因为安提帕特在哲学家亚里士多德去世后写信评价他时,也极力证明了这一点,写道这位哲学家除了其他品质外,还拥有说服人的能力。

词汇与语法注释

  1. §2.1δέκατος / δεύτερος — δέκατος(第十)与 δεύτερος(第二)在数量上形成对比。这表明阿里斯提德只是十人合议制将军之一,而卡托则当选为仅有两名同僚的罗马最高官职(执政官、监察官)之一。
  2. §2.3ἐπιβατὴν — 宾格 ἐπιβατὴν(乘客、登船者)隐喻性地表示,卡托的胜利为西庇阿提供了乘船远征亚洲的机会,或作为“登入者”的立足点。
  3. §2.4φυγὼν δημοσίας δίκας καὶ διώξας — 司法专业术语。φεύγω 意为作为被告“被起诉”,διώκω 意为作为原告“起诉”。分词的对置强调了卡托在法庭斗争中无论是作为被告还是原告都保持不败。
  4. §2.4τὸ μηδὲν παθεῖν παρʼ ἀξίαν — 带冠词不定式短语 τὸ μηδὲν παθεῖν παρʼ ἀξίαν(未遭受不公待遇)是希求语气动词 ἀνατιθείη(会归因于)的直接宾语,关系代词 ᾧ(凭此[雄辩])表示其原因。

引用这一段

普鲁塔克, 阿里斯提德与大加图比较列传 §2.1-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg026.humanitext-grc2:2.1-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。