Humanitext Reader

普鲁塔克 · 阿里斯提德与大加图比较列传 §4.1-4.6

自愿贫穷与自足之德的优劣比较

第 4 段,共 6 段 · 希腊语

内容简介

作者将阿里斯提德自愿选择的贫穷,与卡托在拥有巨额财产的同时又吹嘘节俭、并过度关注致富方法的自相矛盾态度进行对比,论证自足与节俭才是真正高尚的德行。

§4.1ἢ τοῦτο πρῶτον ἀμφιλογίαν ἔχει;
或者这一点首先存在争议吗?
πενία γὰρ αἰσχρὸν οὐδαμοῦ μὲν διʼ αὑτήν, ἀλλʼ ὅπου δεῖγμα ῥᾳθυμίας ἐστίν, ἀκρασίας, πολυτελείας, ἀλογιστίας, ἀνδρὶ δὲ σώφρονι καὶ φιλοπόνῳ καὶ δικαίῳ καὶ ἀνδρείῳ καὶ δημοσιεύοντι ταῖς ἀρεταῖς άπάσαις συνοῦσα μεγαλοψυχίας ἐστὶ καὶ μεγαλοφροσύνης σημεῖον.
因为贫穷本身在任何地方都不是可耻的,而只有在它是懒惰、放纵、奢侈和无知(缺乏理性)的证明时才是可耻的;但对于一个克己、勤勉、正义、勇敢,并向公众奉献其一切德行的人来说,贫穷伴随着他,反而是心胸宽广和高尚气节的象征。
§4.2οὐ γὰρ ἔστι πράττειν μεγάλα φροντίζοντα μικρῶν, οὐδὲ πολλοῖς δεομένοις βοηθεῖν πολλῶν αὐτὸν δεόμενον.
因为人在操心琐事的同时,不可能成就伟业,在自己需要许多东西时,也不可能去帮助许多有需要的人。
μέγα δʼ εἰς πολιτείαν ἐφόδιον οὐχὶ πλοῦτος, ἀλλʼ αὐτάρκεια, τῷ μηδενὸς ἰδίᾳ τῶν περιττῶν δεῖσθαι πρὸς οὐδεμίαν ἀσχολίαν ἄγουσα τῶν δημοσίων, ἀπροσδεὴς μὲν γὰρ ἁπλῶς ὁ θεὸς, ἀνθρωπίνης δʼ ἀρετῆς, ᾧ συνάγεται πρὸς τὸ ἐλάχιστον ἡ χρείᾳ, τοῦτο τελειότατον καὶ θειότατον.
而对于政治来说,伟大的准备(资粮)不是财富,而是自足,因为它因不私自追求任何多余之物,不会导致因私事废公;因为神绝对是一无所求的,而在人类的德行中,凡是将需求缩减到最小限度的,便是最完美、最接近神性的。
§4.3ὡς γὰρ σῶμα τὸ καλῶς πρὸς εὐεξίαν κεκραμένον οὔτʼ ἐσθῆτος οὔτε τροφῆς δεῖται περιττῆς, οὕτω καὶ βίος καὶ οἶκος ὑγιαίνων ἀπὸ τῶν τυχόντων διοικεῖται.
因为正如为了健康而调和良好的身体既不需要多余的衣物,也不需要多余的食物,那健康的生命和家庭也能靠寻常之物维持运转。
δεῖ δὲ τῇ χρείᾳ σύμμετρον ἔχειν τὴν κτῆσιν· ὡς ὅ γε πολλὰ συνάγων, ὀλίγοις δὲ χρώμενος οὐκ ἔστιν αὐτάρκης, ἀλλʼ εἴτε μὴ δεῖται, τῆς παρασκευῆς ὧν οὐκ ὀρέγεται μάταιος, εἴτʼ ὀρέγεται, μικρολογίᾳ κολούων τὴν ἀπόλαυσιν ἄθλιος.
应当使财产与实际需要相称;因为那聚敛甚丰却用之甚少的人并非自足,他若不需要,那么为自己并不渴望的东西作准备便是徒劳,他若渴望,却因吝啬而克制享受,便是可悲。
αὐτοῦ γέ τοι Κάτωνος ἡδέως ἂν πυθοίμην· §4.4εἰ μὲν ἀπολαυστὸν ὁ πλοῦτός ἐστι, τί σεμνύνῃ τῷ πολλὰ κεκτημένος ἀρκεῖσθαι μετρίοις;
我倒真想乐意地问问卡托本人: “如果财富是用来享受的,你为何要以自己拥有巨资却安于简朴而自豪?
εἰ δὲ λαμπρόν ἐστιν, ὥσπερ ἐστίν, ἄρτῳ τε χρῆσθαι τῷ προστυχόντι καὶ πίνειν οἷον ἐργάται πίνουσι καὶ θεράποντες οἶνον καὶ πορφύρας μὴ δεηθῆναι μηδὲ οἰκίας κεκονιαμένης, οὐδὲν οὔτʼ Ἀριστείδης οὔτʼ Ἐπαμεινώνδας οὔτε Μάνιος Κούριος οὔτε Γάιος Φαβρίκιος ἐνέλιπον τοῦ προσήκοντος, χαίρειν ἐάσαντες τὴν κτῆσιν ὧν τὴν χρῆσιν ἀπεδοκίμαζον.
但如果像实际情况那样,吃寻常的面包、喝雇工和仆人喝的那种酒、不需要紫袍和粉刷一新的房屋是一件光荣的事,那么,无论阿里斯提德、伊帕米农达、马尼乌斯·库里乌斯还是盖乌斯·法布里基乌斯,都在本分上没有丝毫欠缺,因为他们对自己拒绝使用的东西,连其占有也一并放弃了。
§4.5οὐ γὰρ ἦν ἀναγκαῖον ἀνθρώπῳ γογγυλίδας ἥδιστον ὄψον πεποιημένῳ καὶ διʼ αὑτοῦ ταύτας ἕψοντι, ματτούσης ἅμα τῆς γυναικὸς ἄλφιτα, τοσαῦτα περὶ ἀσσαρίου θρυλεῖν καὶ γράφειν ἀφʼ ἧς ἄν τις ἐργασίας τάχιστα πλούσιος γένοιτο, μέγα γὰρ τὸ εὐτελὲς καὶ αὔταρκες, ὅτι τῆς ἐπιθυμίας ἅμα καὶ τῆς φροντίδος ἀπαλλάττει τῶν περιττῶν.
” 因为对于一个将芜菁当成最美味的菜肴并亲自烹煮,而妻子同时在旁边揉捏大麦粉的人来说,根本没有必要对区区一个小铜币唠叨不休,并著书立说阐述从何种行业最快致富;因为节俭与自足是伟大的,因为它们能使人同时免于对多余之物的渴望和忧虑。
§4.6διὸ καὶ τοῦτό φασιν ἐν τῇ Καλλίου δίκῃ τὸν Ἀριστείδην εἰπεῖν, ὡς αἰσχύνεσθαι πενίαν προσήκει τοῖς ἀκουσίως πενομένοις, τοῖς δʼ, ὥσπερ αὐτὸς, ἑκουσίως, ἐγκαλλωπίζεσθαι.
因此人们说,在卡里亚斯的诉讼中,阿里斯提德也说过这样的话:因违背意愿而贫穷的人理应为贫穷感到羞耻,而像他那样自愿贫穷的人,则应当以此为荣。
γελοῖον γὰρ οἴεσθαι ῥᾳθυμίας εἶναι τὴν Ἀριστείδου πενίαν, ᾧ παρῆν αἰσχρὸν εἰργασμένῳ μηδέν, ἀλλʼ ἕνα σκυλεύσαντι βάρβαρον ἢ μίαν σκηνὴν καταλαβόντι πλουσίῳ γενέσθαι, ταῦτα μὲν οὖν περὶ τούτων.
因为若认为阿里斯提德的贫穷是由于懒惰,那是愚蠢的,因为他无需做出任何可耻之事,只需剥夺一个蛮族的铠甲,或者占领一个富裕的营帐,就可以变得富有。 关于这些事就谈到这里。

词汇与语法注释

  1. §4.1συνοῦσα — 现在分词单数阴性主格,修饰主语 πενία(贫穷)。与格 ἀνδρὶ 受复合动词 σύνειμι(与之共处)支配,意为“(贫穷)伴随这样的人时”。
  2. §4.2τῷ μηδενὸς ἰδίᾳ τῶν περιττῶν δεῖσθαι — 带定冠词 τῷ 的动名词与格短语,在此表示手段或原因,解释为“因为在个人生活中不需要任何多余之物”。
  3. §4.3τῆς παρασκευῆς — 受形容词 μάταιος(徒劳的、愚蠢的)支配的属格。后续的关系从句 ὧν οὐκ ὀρέγεται 中,关系代词因先行词省略或受其吸引而变成了属格(原为 ἃ οὐκ ὀρέγεται)。
  4. §4.5ἀνθρώπῳ — 受无人称形容词过去式 ἀναγκαῖον ἦν(曾是必要的)支配的与格。该与格充当后续不定式短语 θρυλεῖν καὶ γράφειν“对于这样的人来说,唠叨和著书是没有必要的”。

引用这一段

普鲁塔克, 阿里斯提德与大加图比较列传 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg026.humanitext-grc2:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。