Humanitext Reader

普鲁塔克 · 大加图传 §8.1-8.9

卡托关于民众与奢侈的警句逸事

第 8 段,共 27 段 · 希腊语

内容简介

本章节记录了大卡托的许多著名言行录。这些警句体现了他严苛的哲学、敏锐的机智,以及他对奢侈、统治以及欧墨尼斯王等他国君主的看法。

§8.1μέλλων ποτὲ τὸν Ῥωμαίων δῆμον ὡρμημένον ἀκαίρως ἐπὶ σιτομετρίας καὶ διανομὰς ἀποτρέπειν, ἤρξατο τῶν λόγων οὕτως· χαλεπὸν μέν ἐστιν, ὦ πολῖται, πρὸς γαστέρα λέγειν ὦτα οὐκ ἔχουσαν.
有一次,当他准备劝阻因不合时宜地渴望分配粮食和分发救济而狂热起来的罗马民众时,他的发言是这样开始的:“市民们,向没有耳朵的胃袋说话是困难的。
Κατηγορῶν δὲ τῆς πολυτελείας ἔφη χαλεπὸν εἶναι σωθῆναι πόλιν, ἐν ᾗ πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.
”在谴责奢侈时,他说,如果一个城邦里一条鱼卖得比一头牛还要贵,那么这个城邦就很难得救。
§8.2ἐοικέναι δὲ προβάτοις ἔφη τοὺς Ῥωμαίους· ὡς γὰρ ἐκεῖνα καθʼ ἕκαστον μέν οὐ πείθεται, σύμπαντα δʼ ἕπεται μετʼ ἀλλήλων τοῖς ἄγουσιν, οὕτω καὶ ὑμεῖς, εἶπεν, οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι κατʼ ἰδίαν, ὑπὸ τούτων εἰς ἓν συνελθόντες ἄγεσθε.
他说罗马人就像绵羊;因为正如那些绵羊在单独时并不听话,但在群体中却会互相跟随那些引导它们的人,“你们也是一样,”他说,“你们在聚集到一起时,正被那些你们在私底下绝不屑于用作顾问的人所引导。
Περὶ δὲ τῆς γυναικοκρατίας διαλεγόμενος πάντες, εἶπεν, ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.
”在谈到妇女统治时,他说:“所有的男人都统治女人,而我们统治所有的男人,但女人却统治我们。
§8.3τοῦτο μέν οὖν ἐστιν ἐκ τῶν Θεμιστοκλέους μετενηνεγμένον ἀποφθεγμάτων, ἐκεῖνος γὰρ ἐπιτάττοντος αὐτῷ πολλὰ τοῦ υἱοῦ διὰ τῆς μητρός ὦ γύναι, εἶπεν, Ἀθηναῖοι μέν ἄρχουσι τῶν Ἑλλήνων, ἐγὼ δὲ Ἀθηναίων, ἐμοῦ δὲ σύ, σοῦ δὲ ὁ υἱός, ὥστε φειδέσθω τῆς ἐξουσίας, διʼ ἣν ἀνόητος ὢν πλεῖστον Ἑλλήνων δύναται.
” 因此,这是从地米斯托克利的格言中引用过来的;因为地米斯托克利在儿子通过母亲向他提出许多要求时曾说:“妻子啊,雅典人统治希腊人,我统治雅典人,你统治我,而儿子统治你。 所以,让他克制一下自己的权力吧,尽管他愚蠢,却由于这种权力而在希腊人中拥有了最大的力量。
§8.4τὸν δὲ δῆμον ὁ Κάτων ἔφη τῶν Ῥωμαίων οὐ μόνον ταῖς πορφύραις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι τὰς τιμὰς ἐπιγράφειν.
” 卡托还说,罗马民众不仅根据紫袍,也根据人们的追求来赋予荣誉。
ὡς γὰρ οἱ βαφεῖς, ἔφη, ταύτην μάλιστα βάπτουσιν, ᾗ χαίροντας ὁρῶσιν, οὕτως οἱ νέοι ταῦτα μανθάνουσι καὶ ζηλοῦσιν, οἷς ἂν ὁ παρʼ ὑμῶν ἔπαινος ἕπηται
他说:“因为正如染工会最经常染那些他们看到人们喜爱的颜色,年轻人也会去学习和追求那些能带来你们赞赏的事物。
§8.5παρεκάλει δʼ αὐτούς, εἰμὲν ἀρετῇ καὶ σωφροσύνῃ γεγόνασι μεγάλοι, μηδὲν μεταβάλλεσθαι πρὸς τὸ χεῖρον, εἰ δʼ ἀκρασίᾳ καὶ κακίᾳ, μεταβάλλεσθαι πρὸς τὸ βέλτιον ἱκανῶς γὰρ ἤδη μεγάλους ἀπʼ ἐκείνων γεγονέναι.
” 他劝诫他们,如果他们是因为美德和节制而变得伟大,就绝不要向坏的方向改变;但如果是因为放纵和邪恶,就应该向好的方向改变;因为他们已经通过那些事物变得足够伟大了。
τοὺς δὲ πολλάκις ἄρχειν σπουδάζοντας ἔφη καθάπερ ἀγνοοῦντας τὴν ὁδὸν ἀεὶ μετὰ ῥαβδούχων ζητεῖν πορεύεσθαι, μὴ πλανηθῶσιν.
关于那些经常热衷于担任官职的人,他说,他们就像不认识路的人一样,总是要求带着侍从官同行,以免迷路。
§8.6ἐπετίμα δὲ τοῖς πολίταις Τοὺς αὐτοὺς αἱρουμένοις πολλάκις ἄρχοντας.
他指责那些多次选择相同人担任长官的公民。
δόξετε γάρ, ἔφη, μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.
“因为,”他说,“你们要么会显得认为担任长官不值钱,要么会显得认为配得上担任长官的人不多。
Περὶ δὲ τῶν ἐχθρῶν τινος αἰσχρῶς καὶ ἀδόξως βιοῦν δοκοῦντος ἡ τούτου μήτηρ, ἔφη, κατάραν, οὐκ εὐχήν, ἡγεῖται τὸ τοῦτον ὑπὲρ γῆς ἀπολιπεῖν.
”关于他的一位被认为生活得可耻且名声扫地的敌人,他说:“这个人的母亲认为,让他留在这世上活下去是一场诅咒,而不是祈福。
§8.7τὸν δὲ πεπρακότα Τοὺς πατρῴους ἀγροὺς παραλίους ὄντας ἐπιδεικνύμενος προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἔκλυζεν, οὗτος, ἔφη, ῥᾳδίως καταπέπωκεν.
” 在指出一个卖掉了海边祖传土地的人时,他假装惊叹那人比大海还要强大:“因为那大海勉强冲刷掉的东西,这个人,”他说,“却轻易地吞了下去。
ἐπεὶ δὲ Εὐμένους τοῦ βασιλέως ἐπιδημήσαντος εἰς Ῥώμην ἥ τε σύγκλητος ὑπερφυῶς ἀπεδέξατο καὶ τῶν πρώτων ἅμιλλα καὶ σπουδὴ Περὶ αὐτὸν ἐγίνετο, δῆλος ἦν ὁ Κάτων ὑφορώμενος καὶ φυλαττόμενος αὐτόν.
”当国王欧墨尼斯访问罗马时,元老院极力接待他,首要人物之间也围绕着他展开竞争和热心迎合,卡托显然对他充满疑虑和戒备。
§8.8εἰπόντος δέ τινος ἀλλὰ μὴν χρηστός ἐστι καὶ φιλορρώμαιος, ἔστω, εἶπεν, ἀλλὰ φύσει τοῦτο τὸ ζῷον ὁ βασιλεὺς σαρκοφάγον ἐστιν.
当有人说:“但他确实是个善良且亲罗马的人,”他说:“就算是这样吧,但国王这种动物在天性上是食肉的。
οὐδένα δὲ τῶν εὐδαιμονιζομένων ἔφη βασιλέων ἄξιον εἶναι παραβάλλειν πρὸς Ἐπαμεινώνδαν ἢ Περικλέα ἢ Θεμιστοκλέα ἢ Μάνιον Κούριον ἢ Ἀμίλκαν τὸν ἐπικληθέντα Βάρκαν.
”他说,在那些因富有而受到祝贺的国王中,没有一个值得与伊帕密浓达、伯里克利、地米斯托克利、马尼乌斯·库里乌斯或被称为巴卡的哈米尔卡相比。
§8.9αὑτῷ δʼ ἔλεγε Τοὺς ἐχθροὺς φθονεῖν, ὅτι καθʼ ἡμέραν ἐκ νυκτὸς ἀνίσταται καὶ τῶν ἰδίων ἀμελῶν τοῖς δημοσίοις σχολάζει, βούλεσθαι δʼ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν ἢ κακῶς μὴ τυχεῖν κολάσεως, καὶ συγγνώμην ἔφη διδόναι πᾶσι τοῖς ἁμαρτάνουσι πλὴν αὑτοῦ.
他的敌人嫉妒他,是因为他每天从深夜起就起床,忽略自己的私事而专注于公职;他说,他更愿意在做了好事之后被剥夺感激,而不愿在做了坏事之后免受惩罚;他说,他宽恕除了自己以外的所有犯错之人。

词汇与语法注释

  1. §8.1πλείονος — πλείονoς 是表示价值的属格(价格属格),修饰不及物动词 πωλεῖται(被售卖),在结构上表示“比一头牛(的价格)更贵”。
  2. §8.2οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι — 关系代词 οἷς 因关系从句中的动词 χρήσασθαι 支配与格而呈与格形式。同时,先行词(对应主句中的 τούτων)因关系代词的吸引而并入从句,并与名词 συμβούλοις 呈同格关系。
  3. §8.5ἀπʼ ἐκείνων — ἀπʼ ἐκείνων(通过那些事物)的指代可能存在歧义。它既可以指代紧接其前的“放纵与邪恶”(ἀκρασίᾳ καὶ κακίᾳ),意为国家在恶劣的意义上已经通过这些事物膨胀得足够大了;也可以指代前面的“美德与节制”(ἀρετῇ καὶ σωφροσύνῃ),意为国家已经通过美德变得足够伟大,无需退化。
  4. §8.9βούλεσθαι δʼ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν ἢ κακῶς μὴ τυχεῖν κολάσεως — 这里将分词 εὖ πράξας(做了好事)与 κακῶς(省略了 πράξας)进行对比。在“带对格的不定式”结构中,不定式 ἀποστερηθῆναι 与 τυχεῖν 的逻辑主语指代卡托本人,因此分词采用了主格形式 πράξας。

引用这一段

普鲁塔克, 大加图传 §8.1-8.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:8.1-8.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。