§10.1ὕπατος δὲ μετὰ Φλάκκου Οὐαλλερίου τοῦ φίλου καὶ συνήθους ἀποδειχθείς ἔλαχε τῶν ἐπαρχιῶν ἣν Ἐντὸς Ἱσπανίαν Ῥωμαῖοι καλοῦσιν.
与他的朋友和挚友瓦莱里乌斯·弗拉库斯一同被任命为执政官后,他抽签分得了罗马人称为近西班牙的行省。
ἐνταῦθα δʼ αὐτῷ τὰ μέν καταστρεφομένῳ τῶν ἐθνῶν, τὰ δʼ οἰκειουμένῳ διὰ λόγων πολλὴ στρατιὰ τῶν βαρβάρων ἐπέπεσε, καὶ κίνδυνος ἦν αἰσχρῶς ἐκβιασθῆναι.
在那里,当他正征服其中一些部落、并用说服的方式拉拢另一些部落时,野蛮人的大军向他袭来,面临着被可耻地击溃的危险。
διὸ τῶν ἐγγὺς Κελτιβήρων ἐπεκαλεῖτο συμμαχίαν.
因此,他请求附近的凯尔特伊比利亚人结盟援助。
§10.2αἰτούντων δʼ ἐκείνων τῆς βοηθείας διακόσια τάλαντα μισθόν, οἱ μέν ἄλλοι πάντες οὐκ ἀνασχετὸν ἐποιοῦντο Ῥωμαίους βαρβάροις ἐπικουρίας ὁμολογῆσαι μισθόν, ὁ δὲ Κάτων οὐδὲν ἔφη δεινὸν εἶναι, νικῶντας μέν γὰρ ἀποδώσειν παρὰ τῶν πολεμίων, οὐ παρʼ αὑτῶν, ἡττωμένων δὲ μήτε τοὺς ἀπαιτουμένους ἔσεσθαι μήτε τοὺς ἀπαιτοῦντας, ταύτην δὲ τὴν μάχην κατὰ κράτος ἐνίκησε, καὶ τἆλλα προὐχώρει λαμπρῶς.
当他们要求二百塔兰同作为援助的报酬时,其他所有人都认为罗马人向野蛮人承诺援助报酬是不可容忍的,但卡托说没有什么可怕的:因为如果胜利了,他们将用敌人的财产而不是自己的财产来支付;如果失败了,既没有被索取报酬的人,也没有索取报酬的人。 最终他凭实力赢得了这场战役,其他事务也进展得十分顺利。
§10.3Πολύβιος μέν γέ φησι τῶν ἐντὸς Βαίτιος ποταμοῦ πόλεων ἡμέρᾳ μιᾷ τὰ τείχη κελεύσαντος αὐτοῦ περιαιρεθῆναι· πάμπολλαι δʼ ἦσαν αὗται καί γέμουσαι μαχίμων ἀνδρῶν.
波利比乌斯则说,贝蒂斯河以内的各城市的城壁,在他的命令下在一天之内全部被拆除;而这些城市数量极多,且充满了具有战斗力的男子。
αὐτὸς δέ φησιν ὁ Κάτων πλείονας εἰληφέναι πόλεις ὧν διήγαγεν ἡμερῶν ἐν Ἰβηρίᾳ· καὶ τοῦτο κόμπος οὐκ ἔστιν, εἴπερ ὡς ἀληθῶς τετρακόσιαι τὸ πλῆθος ἦσαν.
卡托自己也说,他所攻占的城市比他在伊比利亚度过的天数还要多;如果其数量真的确实是四百座的话,这绝非吹嘘。
§10.4τοῖς μέν οὖν στρατιώταις πολλὰ παρὰ τὴν στρατείαν ὠφεληθεῖσιν ἔτι καὶ λίτραν ἀργυρίου κατʼ ἄνδρα προσδιένειμεν, εἰπὼν ὡς κρεῖττον εἴη πολλοὺς Ῥωμαίων ἀργύριον ἢ χρυσίον ὀλίγους ἔχοντας ἐπανελθεῖν.
因此,对于在远征中已经获得许多利益的士兵们,他给每人额外分发了一磅白银,并说许多罗马人带着白银回国,好过少数人带着黄金回国。
εἷς δʼ αὑτὸν ἐκ τῶν ἁλισκομένων οὐδὲν ἐλθεῖν λέγει πλὴν ὅσα πέπωκεν ἢ βέβρωκε.
至于他自己,他说在捕获的战利品中,除了吃喝掉的东西以外,什么也没有落入自己手中。
καὶ οὐκ αἰτιῶμαι,
φησί,
τοὺς ὠφελεῖσθαι ζητοῦντας ἐκ τούτων, ἀλλὰ βούλομαι μᾶλλον περὶ ἀρετῆς τοῖς ἀρίστοις ἢ περὶ χρημάτων τοῖς πλουσιωτάτοις ἁμιλλᾶσθαι καὶ τοῖς φιλαργυρωτάτοις περὶ φιλαργυρίας.
“我并不指责,”他说,“那些企图从中牟利的人,但我更愿意与最优秀的人竞争美德,而不是与最富有的人竞争财富,或与最贪婪的人竞争贪婪。
§10.5οὐ μόνον δʼ αὑτόν, ἀλλὰ καὶ τοὺς περὶ αὑτὸν ἐφύλαττε καθαροὺς παντὸς λήμματος.
” 他不仅保护自己,也保护他身边的人免受任何私利的染指。
ἦσαν δὲ πέντε θεράποντες ἐπὶ στρατείας σὺν αὐτῷ.
在远征中,他身边有五个仆人。
τούτων εἷς ὄνομα Πάκκιος ἠγόρασε τῶν αἰχμαλώτων τρία παιδάρια· τοῦ δὲ Κάτωνος αἰσθομένου, πρὶν εἷς ὄψιν ἐλθεῖν, ἀπήγξατο.
其中一个名叫帕基乌斯的仆人,从俘虏中买下了三个小男孩;但当卡托发觉后,帕基乌斯在面见他之前便自缢身亡。
τοὺς δὲ παῖδας ὁ Κάτων ἀποδόμενος εἷς τὸ δημόσιον ἀνήνεγκε τὴν τιμήν.
卡托把这几个孩子卖掉,并将所得的款项上交国库。