§7.1τοιαύτην δέ τινα φαίνεται καὶ ὁ λόγος τοῦ ἀνδρὸς ἰδέαν ἔχειν εὔχαρις γὰρ ἅμα καὶ δεινὸς ἦν, ἡδὺς καὶ καταπληκτικός, φιλοσκώμμων καὶ αὐστηρός, ἀποφθεγματικὸς καὶ ἀγωνιστικός, ὥσπερ ὁ Πλάτων τὸν Σωκράτην φησὶν ἔξωθεν ἰδιώτην καὶ σατυρικὸν καὶ ὑβριστὴν τοῖς ἐντυγχάνουσι φαινόμενον ἔνδοθεν σπουδῆς καὶ πραγμάτων μεστὸν εἶναι δάκρυα κινούντων τοῖς ἀκροωμένοις καὶ τὴν καρδίαν στρεφόντων.
该男子的言论似乎也具有某种如此的特征。 因为他的言论兼具优雅与强力、令人愉悦又令人敬畏、好开玩笑而又严厉、善用警句且富有战斗性,正如柏拉图谈到苏格拉底那样:外表上,在相遇的人看来,他显得像个普通人、萨堤尔和无礼之徒;但在内心深处,他却充满了严肃和让听众流泪并动人心魄的事迹。
§7.2ὅθεν οὐκ οἶδʼ ὅτι πεπόνθασιν οἱ τῷ Λυσίου λόγῳ μάλιστα φάμενοι προσεοικέναι τὸν Κάτωνος, οὐ μὴν ἀλλὰ ταῦτα μὲν οἷς μᾶλλον ἰδέας λόγων Ῥωμαϊκῶν αἰσθάνεσθαι προσήκει διακρινοῦσιν, ἡμεῖς δὲ τῶν ἀπομνημονευομένων βραχέα γράψομεν, οἳ τῷ λόγῳ πολὺ μᾶλλον ἢ τῷ προσώπῳ, καθάπερ ἔνιοι νομίζουσι, τῶν ἀνθρώπων φαμὲν ἐμφαίνεσθαι τὸ ἦθος.
由此,我不知道那些声称卡托的言论与利西亚斯的言论最为相似的人到底是出于何种想法。 不过,这些事情就留给那些更适合察觉罗马言论特征的人去评判吧,而我们将记下他的一些言行录,因为我们认为,比起面容,正如某些人所认为的那样,在言论中更能展现人类的性情。