§2.1ἦν δὲ πλησίον αὐτοῦ τῶν ἀγρῶν ἡ γενομένη Μανίου Κουρίου τοῦ τρὶς θριαμβεύσαντος ἔπαυλις.
他的田地附近有曾经属于三次获得凯旋式荣衔的马尼乌斯·库里乌斯的庄稼别墅。
ἐπὶ ταύτην συνεχῶς βαδίζων καὶ θεώμενος τοῦ τε χωρίου τὴν μικρότητα καὶ τῆς οἰκήσεως τὸ λιτόν, ἔννοιαν ἐλάμβανε τοῦ ἀνδρὸς, ὅτι Ῥωμαίων μέγιστος γενόμενος καὶ τὰ μαχιμώτατα τῶν ἐθνῶν ὑπαγαγόμενος καὶ Πύρρον ἐξελάσας τῆς Ἰταλίας τοῦτο τὸ χωρίδιον αὐτὸς ἔσκαπτε καὶ ταύτην τὴν ἔπαυλιν ᾤκει μετὰ τρεῖς θριάμβους.
加图经常走到这里,目睹这片土地的狭小和住所的简陋,便对这位伟人产生了由衷的敬意:他虽已成为罗马人中最伟大的一员,征服了最强悍的部落,并将皮洛士逐出意大利,但在三次凯旋式之后,他自己依然在这片小田地上掘土,并住在这座简陋的别墅里。
§2.2ἐνταῦθα πρὸς ἐσχάρᾳ καθήμενον αὐτὸν ἕψοντα γογγυλίδας εὑρόντες οἱ Σαυνιτῶν πρέσβεις ἐδίδοσαν πολὺ χρυσίον·
萨姆奈特人的使节们来到这里,发现他正坐在炉边煮芜菁,便向他赠送了许多黄金。
ὁ δʼ ἀπεπέμψατο φήσας οὐδὲν χρυσίου δεῖν ᾧ δεῖπνον ἀρκεῖ τοιοῦτον, αὐτῷ μέντοι τοῦ χρυσίον ἔχειν κάλλιον εἶναι τὸ νικᾶν τοὺς ἔχοντας.
但他却打发他们回去,并说,对于一个满足于这种晚餐的人来说,根本不需要黄金;而对我自己而言,战胜拥有黄金的人比拥有黄金更为高尚。
ταῦθʼ ὁ Κάτων ἐνθυμούμενος ἀπῄει, καὶ τὸν αὑτοῦ πάλιν οἶκον ἐφορῶν καὶ χωρία καὶ θεράποντας καὶ δίαιταν ἐπέτεινε τὴν αὐτουργίαν καὶ περιέκοπτε τὴν πολυτέλειαν.
加图思考着这些事情离去,当他回过头来审视自己的房屋、田地、仆人和生活方式时,便进一步加强了亲自耕作,并削减了奢侈浪费。
§2.3Φαβίου δὲ Μαξίμου τὴν Ταραντίνων πόλιν ἑλόντος ἔτυχε μὲν ὁ Κάτων στρατευόμενος ὑπʼ αὐτῷ κομιδῇ μειράκιον ὤν, Νεάρχῳ δέ τινι τῶν Πυθαγορικῶν ξένῳ χρησάμενος ἐσπούδασε τῶν λόγων μεταλαβεῖν.
当法比乌斯·马克西穆斯攻占塔兰托城时,加图正好在显赫的他麾下服役,当时他还完全是个青年。 由于与一位名叫内阿尔科斯的毕达哥拉斯学派的客人交往,他热切地渴望学习其学说。
ἀκούσας δὲ ταῦτα διαλεγομένου τοῦ ἀνδρὸς, οἷς κέχρηται καὶ Πλάτων, τὴν μὲν ἡδονὴν ἀποκαλῶν μέγιστον κακοῦ δέλεαρ, συμφορὰν δὲ τῇ ψυχῇ τὸ σῶμα πρώτην, λύσιν δὲ καὶ καθαρμὸν οἷς μάλιστα χωρίζει καὶ ἀφίστησιν αὑτὴν τῶν περὶ τὸ σῶμα παθημάτων λογισμοῖς, ἔτι μᾶλλον ἠγάπησε τὸ λιτὸν καὶ τὴν ἐγκράτειαν.
在听到这位学者阐述那些柏拉图也曾使用过的观点时——将享乐称为“恶的最大诱饵”,将肉体视为“灵魂的首要灾祸”,并将通过理性使灵魂最大程度地摆脱和远离肉体情欲视为“解脱与净化”——加图便更加由衷地喜爱简朴与自制。
§2.4ἄλλως δὲ παιδείας Ἑλληνικῆς ὀψιμαθὴς γενέσθαι λέγεται, καὶ πόρρω παντάπασιν ἡλικίας ἐληλακὼς Ἑλληνικὰ βιβλία λαβὼν εἰς χεῖρας βραχέα μὲν ἀπὸ Θουκυδίδου, πλείονα δʼ ἀπὸ Δημοσθένους εἰς τὸ ῥητορικὸν ὠφεληθῆναι.
在其他方面,据说他是很晚才学习希腊文化。 当他完全步入晚年时,他才手里拿起希腊书籍,在修辞学方面得到了帮助,其中从修昔底德那里获得了一点启发,从德摩斯梯尼那里获益更多。
τὰ μέντοι συγγράμματα καὶ δόγμασιν Ἑλληνικοῖς καὶ ἱστορίαις ἐπιεικῶς διαπεποίκιλται καὶ μεθηρμηνευμένα πολλὰ κατὰ λέξιν ἐν τοῖς ἀποφθέγμασι καὶ ταῖς γνωμολογίαις τέτακται.
不过,他的著作中相当多地穿插了希腊的教义和历史,许多逐字翻译过来的话也被编入了他的名言录和格言集中。