§26.1ἔσχατον δὲ τῶν πολιτευμάτων αὐτοῦ τὴν Καρχηδόνος ἀνάστασιν οἴονται γεγονέναι, τῷ μὲν ἔργῳ τέλος ἐπιθέντος τοῦ νέου Σκηπίωνος, βουλῇ δὲ καὶ γνώμῃ μάλιστα τῇ Κάτωνος ἀραμένων τὸν πόλεμον ἐξ αἰτίας τοιᾶσδε.
人们认为,他政治生涯中的最后一项功绩是迦太基的毁灭。 虽然在实际上是由年轻的西庇阿完成了这一事业,但罗马人主要是由于卡托的劝告和决心,才因以下原因发动了这场战争。
Κάτων ἐπέμφθη πρὸς Καρχηδονίους καὶ Μασσανάσσην τὸν Νομάδα πολεμοῦντας ἀλλήλοις, ἐπισκεψόμενος τὰς τῆς διαφορᾶς προφάσεις, ὁ μὲν γὰρ ἦν τοῦ δήμου φίλος ἀπʼ ἀρχῆς, οἱ δʼ ἐγεγόνεισαν ἔνσπονδοι μετὰ τὴν ὑπὸ Σκηπίωνος ἧτταν, ἀφαιρέσει τε τῆς ἀρχῆς καὶ βαρεῖ δασμῷ χρημάτων κολουθέντες.
卡托被派遣去见正在互相征战的迦太基人和努米底亚人马西尼萨,以调查他们争端的起因。 因为马西尼萨自始至终是罗马人民之友,而迦太基人则在被西庇阿击败后,因被剥夺统治权并被课以重税而实力受损,并在此状态下缔结了条约。
§26.2εὑρὼν δὲ τὴν πόλιν οὐχ, ὡς ᾤοντο Ῥωμαῖοι, κεκακωμένην καὶ ταπεινὰ πράττουσαν, ἀλλὰ πολλῇ μὲν εὐανδροῦσαν ἡλικίᾳ, μεγάλων δὲ πλούτων γέμουσαν, ὅπλων δὲ παντοδαπῶν καὶ παρασκευῆς πολεμιστηρίου μεστὴν καὶ μικρὸν οὐδὲν ἐπὶ τούτοις φρονοῦσαν, οὐ τὰ Νομάδων ᾤετο καὶ Μασσανάσσου πράγματα Ῥωμαίους ὥραν ἔχειν τίθεσθαι καὶ διαιτᾶν, ἀλλʼ εἰ μὴ καταλήψονται πόλιν ἄνωθεν ἐχθρὰν καὶ βαρύθυμον ηὐξημένην ἀπίστως, πάλιν ἐν τοῖς ἴσοις κινδύνοις ἔσεσθαι.
然而,卡托发现这座城市并不像罗马人所想象的那样处于困境和卑微之中,而是拥有大量适龄的兵员,充满着巨额的财富,堆满了各种武器和军备,并且因此而毫无谦卑之意。 他认为,罗马人不应当有闲暇去调停和解决努米底亚人与马西尼萨的事务,而是如果他们不事先制服这个自古以来的宿敌、怀恨在心且实力难以置信地增长的城市,他们将再次陷入同样的危险之中。
§26.3ταχέως οὖν ὑποστρέψας ἐδίδασκε τὴν βουλήν, ὡς αἱ πρότερον ἧτται καὶ συμφοραὶ Καρχηδονίων οὐ τοσοῦτον τῆς δυνάμεως ὅσον τῆς ἀνοίας ἀπαρύσασαι, κινδυνεύουσιν αὐτοὺς οὐκ ἀσθενεστέρους, ἐμπειροτέρους δὲ πολεμεῖν ἀπεργάσασθαι, ἤδη δὲ καὶ προανακινεῖσθαι τοῖς Νομαδικοῖς τοὺς πρὸς Ῥωμαίους ἀγῶνας, εἰρήνην δὲ καὶ σπονδὰς ὄνομα τοῦ πολέμου τῇ μελλήσει κεῖσθαι καιρὸν περιμένοντος.
因此,他迅速返回并向元老院陈明:迦太基人先前的战败和不幸,与其说消耗了他们的力量,不如说消除了他们的愚蠢;这非但没有使他们变得更弱,反而有可能使他们在战争中变得更有经验。 而且,他们与努米底亚人的冲突已经是与罗马人交战的前期预演,所谓的和平与条约,不过是一场在延宕中等待时机的战争的代名词。