Humanitext Reader

普鲁塔克 · 大加图传 §25.1-25.3

卡托晚年关于农业的著述与宴客交友

第 25 段,共 27 段 · 希腊语

内容简介

本节描述了卡托在晚年享受写作、农耕以及与邻里共进丰盛晚宴的生活,并将餐桌视为增进友谊的场所。

§25.1συνετάττετο μὲν οὖν λόγους τε παντοδαποὺς καὶ ἱστορίας·
因此,他撰写了各种演说和历史著作。
γεωργίᾳ δὲ προσεῖχε νέος μὲν ὢν ἔτι καὶ διὰ τὴν χρείαν φησὶ γὰρ δυσὶ κεχρῆσθαι μόνοις πορισμοῖς γεωργίᾳ καὶ φειδοῖ, τότε δὲ διαγωγὴν καὶ θεωρίαν αὐτῷ τὰ γινόμενα κατʼ ἀγρὸν παρεῖχε, καὶ συντέτακταί γε βιβλίον γεωργικόν, ἐν ᾧ καὶ περὶ πλακούντων σκευασίας καὶ τηρήσεως ὀπώρας γέγραφεν, ἐν παντὶ φιλοτιμούμενος περιττὸς εἶναι καὶ ἴδιος.
至于农业,他年轻时由于生计需要而致力于此,因为他说过自己仅靠农业和俭省这两种谋生手段,但在当时,乡间的各种活动为他提供了消遣和观察的乐趣。 而且他还编纂了一部关于农业的书籍,在其中他也写到了糕点的制作和水果的保存,力求在一切事上都显得卓越而独特。
§25.2ἦν δὲ καὶ τὸ δεῖπνον ἐν ἀγρῷ δαψιλέστερον ἐκάλει γὰρ ἑκάστοτε τῶν ἀγρογειτόνων καὶ περιχώρων τοὺς συνήθεις καὶ συνδιῆγεν ἱλαρῶς, οὐ τοῖς καθʼ ἡλικίαν μόνοις ἡδὺς ὢν συγγενέσθαι καὶ ποθεινός, ἀλλὰ καὶ τοῖς νέοις, ἅτε δὴ πολλῶν μὲν ἔμπειρος πραγμάτων γεγονώς, πολλοῖς δὲ γράμμασι καὶ λόγοις ἀξίοις ἀκοῆς ἐντετυχηκώς.
他在乡间的晚宴也更为丰盛。 因为他每次都会邀请邻里和附近居民中相识的人,愉快地共同度过时光。 他不仅对于同龄人来说是一个乐于交往且受人向往的伴侣,对年轻人也是如此,因为他不仅经历了许多世事,而且博览了许多值得一听的书籍和言论。
§25.3τὴν δὲ τράπεζαν ἐν τοῖς μάλιστα φιλοποιὸν ἡγεῖτο καὶ πολλὴ μὲν εὐφημία τῶν καλῶν καὶ ἀγαθῶν πολιτῶν ἐπεισήγετο, πολλὴ δʼ ἦν ἀμνηστία τῶν ἀχρήστων καὶ πονηρῶν, μήτε ψόγῳ μήτʼ ἐπαίνῳ πάροδον ὑπὲρ αὐτῶν τοῦ Κάτωνος εἰς τὸ συμπόσιον διδόντος.
他认为餐桌是最能增进友谊的地方。 席间,人们对优秀而善良的公民多有称赞,而对那些无用且邪恶的人则绝口不提,因为卡托在宴会上既不允许对他们进行指责,也不允许对他们进行赞美,不给他们留下任何立足之地。

词汇与语法注释

  1. §25.1τότε δὲ — 与年轻时(νέος μὲν ὢν ἔτι)相对照,指他晚年(当时)的时期。
  2. §25.2ἡδὺς ὢν συγγενέσθαι — 不定动词 συγγενέσθαι 修饰形容词 ἡδὺς 和 ποθεινός(说明性不定词),表示“易于交往、令人向往”。
  3. §25.3ἐν τοῖς μάλιστα — 强调最高级 μάλιστα 的惯用副词短语,意为“最”、“尤其”。
  4. §25.3τοῦ Κάτωνος ... διδόντος — 属格独立(genitive absolute)句型。连词 μήτε... μήτε... 连接与格的 ψόγῳ 和 ἐπαίνῳ,意为“因为卡托既不允许用责备也不允许用赞美让他们(恶人)的话题进入宴会”。

引用这一段

普鲁塔克, 大加图传 §25.1-25.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:25.1-25.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。