§27.1πρὸς τούτοις φασὶ τὸν Κάτωνά καὶ σῦκα τῶν Λιβυκῶν ἐπίτηδες ἐκβαλεῖν ἐν τῇ βουλῇ, τὴν τήβεννον ἀναβαλόμενον·
此外,据说卡托还故意把披着的托加长袍抖开,在元老院丢下一些利比亚产的无花果。
εἶτα θαυμασάντων τὸ μέγεθος καὶ τὸ κάλλος εἰπεῖν, ὡς ἡ ταῦτα φέρουσα χώρα τριῶν ἡμερῶν πλοῦν ἀπέχει τῆς Ῥώμης.
接着,当人们对无花果的硕大和美丽感到惊叹时,他说,产出这些东西的土地距离罗马只有三天的航程。
ἐκεῖνο δʼ ἤδη καὶ βιαιότερον, τὸ περὶ παντὸς οὗ δήποτε πράγματος γνώμην ἀποφαινόμενον προσεπιφωνεῖν οὕτως
δοκεῖ δέ μοι καὶ Καρχηδόνα μὴ εἶναι.
而更强硬的做法是,无论他对任何事情发表意见,他都会补充这样一句话: “此外,我认为迦太基不应存在。
τοὐναντίον δὲ Πόπλιος Σκηπίων ὁ Νασικᾶς ἐπικαλούμενος ἀεὶ διετέλει λέγων καὶ ἀποφαινόμενος· δοκεῖ μοι Καρχηδόνα εἶναι.
” 与此相反,被称为纳西卡的普布利乌斯·西庇阿则始终坚持说并表明: “我认为迦太基应当存在。
§27.2πολλὰ γὰρ, ὡς ἔοικεν, ὕβρει τὸν δῆμον ὁρῶν ἤδη πλημμελοῦντα καὶ διʼ εὐτυχίαν καὶ φρόνημα τῇ βουλῇ δυσκάθεκτον ὄντα καὶ τὴν πόλιν ὅλην ὑπὸ δυνάμεως ὅπῃ ῥέψειε ταῖς ὁρμαῖς βίᾳ συνεφελκόμενον, ἐβούλετο τοῦτον γοῦν τὸν φόβον ὥσπερ χαλινὸν ἐπικεῖσθαι σωφρονιστῆρα τῇ θρασύτητι τῶν πολλῶν, ἔλαττον μὲν ἡγούμενος ἰσχύειν Καρχηδονίους τοῦ περιγενέσθαι Ῥωμαίων, μεῖζον δὲ τοῦ καταφρονεῖσθαι.
” 因为,正如所见,他看到民众由于骄横已经犯下了许多过错,因好运和狂妄而令元老院难以控制,并凭借其力量将整个城市强行拖入他们冲动所倾向的方向。 因此,他希望至少这一恐惧能像缰绳一样套在他们身上,以平息大多数人的狂妄。 他认为,迦太基人虽不足以战胜罗马人,但由于实力强大而不容被轻视。
§27.3τῷ δὲ Κάτωνι τοῦτʼ αὐτὸ δεινὸν ἐφαίνετο, βακχεύοντι τῷ δήμῳ καὶ σφαλλομένῳ τὰ πολλὰ διʼ ἐξουσίαν πόλιν ἀεὶ μεγάλην, νῦν δὲ καὶ νήφουσαν ὑπὸ συμφορῶν καὶ κεκολασμένην ἐπικρέμασθαι καὶ μὴ παντάπασι τοὺς ἔξωθεν ἀνελεῖν τῆς ἡγεμονίας φόβους, ἀναφορὰς αὑτοῖς πρὸς τὰς οἴκοθεν ἁμαρτίας ἀπολιπόντας.
然而在卡托看来,这本身就是件可怕的事:在民众因放纵而狂欢乱舞、并在大多数事情上屡屡犯错之时,一个始终强大、如今又因不幸而清醒且受到惩戒的城市却依然悬在他们头上;而且他们不彻底消除对帝国外部的恐惧,反而给自己留下了应对国内错误的退路。
§27.4οὕτω μὲν ἐξεργάσασθαι λέγεται τὸν τρίτον καὶ τελευταῖον ὁ Κάτων ἐπὶ Καρχηδονίους πόλεμον, ἀρξαμένων δὲ πολεμεῖν ἐτελεύτησεν, ἀποθεσπίσας περὶ τοῦ μέλλοντος ἐπιθήσειν τῷ πολέμῳ τέλος ἀνδρός, ὃς ἦν τότε μὲν νεανίας, χιλίαρχος δὲ στρατευόμενος ἀπεδείκνυτο καὶ γνώμης ἔργα καὶ τόλμης πρὸς τοὺς ἀγῶνας.
据说,卡托就是这样促成了针对迦太基人的第三次、也是最后一次战争。 但就在他们开始交战后不久,他就去世了。 他在生前预言了那个将为这场战争画上句号的人,此人当时还是个年轻人,作为军行中的军事护民官,他在战斗中展现出了智慧与勇气的丰碑。
ἀπαγγελλομένων δὲ τούτων εἰς Ῥώμην πυνθανόμενον τὸν Κάτωνά φασιν εἰπεῖν
"οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσι.
当这些事迹被呈报到罗马时,据说卡托在听闻后说道: “唯他独具清醒之魂,其余皆如幽影飘浮。
" §27.5ταύτην μὲν οὖν τὴν ἀπόφασιν ταχὺ διʼ ἔργων ἐβεβαίωσεν ὁ Σκηπίων·
” 这一预言很快就被西庇阿用行动所证实。
ὁ δὲ Κάτων ἀπέλιπε γενεὰν ἕνα μὲν υἱὸν ἐκ τῆς ἐπιγαμηθείσης, ᾧ παρωνύμιον ἔφαμεν γενέσθαι Σαλώνιον, ἕνα δὲ υἱωνὸν ἐκ τοῦ τελευτήσαντος υἱοῦ.
而卡托留下的后代中,有一个是他与晚年所娶之妻所生的儿子(我们曾说他被冠以萨洛尼乌斯的绰号),还有一个是已故儿子留下的孙子。
καὶ Σαλώνιος μὲν ἐτελεύτησε στρατηγῶν, ὁ δʼ ἐξ αὐτοῦ γενόμενος Μᾶρκος ὑπάτευσεν.
萨洛尼乌斯在担任法务官期间去世,而他所生的马尔库斯担任了执政官。
ἦν δὲ πάππος οὗτος τοῦ φιλοσόφου Κάτωνος, ἀνδρὸς ἀρετῇ καὶ δόξῃ τῶν κατʼ αὐτὸν ἐπιφανεστάτου γενομένου.
马尔库斯就是哲学家卡托的祖父,而这位哲学家卡托在德行和名望上都成为了他那个时代最杰出的人物。