§23.1ταῦτα δʼ οὐχ, ὡς ἔνιοι νομίζουσι, Καρνεάδῃ δυσχεράνας ἔπραξεν, ἀλλʼ ὅλως φιλοσοφίᾳ προσκεκρουκὼς καὶ πᾶσαν Ἑλληνικὴν μοῦσαν καὶ παιδείαν ὑπὸ φιλοτιμίας προπηλακίζων, ὅς γε καὶ Σωκράτη φησὶ λάλον καὶ βίαιον γενόμενον ἐπιχειρεῖν τρόπῳ δυνατὸς ἦν, τυραννεῖν τῆς πατρίδος, καταλύοντα τὰ ἔθη καὶ πρὸς ἐναντίας τοῖς νόμοις δόξας ἕλκοντα καὶ μεθιστάντα τοὺς πολίτας.
卡托做这些事,并非如某些人所认为的那样是因为对卡尔内阿德斯感到不满,而是因为他全盘反对哲学,并出于虚荣心而侮辱所有的希腊文艺和教育。 他甚至声称,苏格拉底也变成了一个唠叨且粗暴的人,企图以他所能采取的方式在自己的祖国实行僭主统治,废除传统习俗,并将公民拉向和转向与法律相左的观点。
§23.2τὴν δʼ Ἰσοκράτους διατριβὴν ἐπισκώπτων γηρᾶν φησὶ παρʼ αὑτῷ τοὺς μαθητάς ὡς ἐν Ἅιδου παρὰ Μίνῳ χρησομένους ταῖς τέχναις καὶ δίκας ἐροῦντας.
他在嘲讽伊索克拉底的学园时说,学生们在他那里老去,仿佛他们要在冥府的米诺斯面前使用这些技术并进行辩护似的。
τὸν δὲ παῖδα διαβάλλων πρὸς τὰ Ἑλληνικά φωνῇ κέχρηται θρασυτέρᾳ τοῦ γήρως, οἷον ἀποθεσπίζων καὶ προμαντεύων, ὡς ἀπολοῦσι Ῥωμαῖοι τὰ πράγματα γραμμάτων Ἑλληνικῶν ἀναπλησθέντες.
他在告诫儿子提防希腊学问时,使用了比他的晚年更为放肆的语气,仿佛是在降下神谕和预言,说罗马人一旦充斥着希腊的文学,就会毁灭自己的事业。
§23.3ἀλλὰ ταύτην μὲν αὐτοῦ τὴν δυσφημίαν ὁ χρόνος ἀποδείκνυσι κενήν, ἐν ᾧ τοῖς τε πράγμασιν ἡ πόλις ἤρθη μεγίστη καὶ πρὸς Ἑλληνικὰ μαθήματα καὶ παιδείαν ἅπασαν ἔσχεν οἰκείως.
但时间证明了他的这一诽谤是空洞的。 在这期间,国家在事务上提升到了极盛,并对希腊的学问和一切教育持友善的态度。
ὁ δʼ οὐ μόνον ἀπηχθάνετο τοῖς φιλοσοφοῦσιν Ἑλλήνων, ἀλλὰ καὶ τοὺς ἰατρεύοντας ἐν Ῥώμῃ διʼ ὑποψίας εἶχε.
他不仅憎恶希腊的哲学家,而且对在罗马行医的人也抱有怀疑。
καὶ τὸν Ἱπποκράτους, ὡς ἔοικεν, ἀκηκοώς λόγον, ὃν εἶπε τοῦ μεγάλου βασιλέως καλοῦντος αὐτὸν ἐπὶ πολλοῖς τισι ταλάντοις, οὐκ ἄν ποτε βαρβάροις Ἑλλήνων πολεμίοις ἑαυτὸν παρασχεῖν, ἔλεγε κοινὸν ὅρκον εἶναι τοῦτον ἰατρῶν ἁπάντων, §23.4καὶ παρεκελεύετο φυλάττεσθαι τῷ παιδὶ πάντας·
他似乎听过希波克拉底的话,即当大王用许多塔兰同征召他时,他说自己绝不会为希腊人的敌人蛮族人提供服务,卡托便说这是所有医生的共同誓言,并告诫他的儿子提防所有人。
αὑτῷ δὲ γεγραμμένον ὑπόμνημα εἶναι, καὶ πρὸς τοῦτο θεραπεύειν καὶ διαιτᾶν τοὺς νοσοῦντας οἴκοι, νῆστιν μὲν οὐδέποτε διατηρῶν οὐδένα, τρέφων δὲ λαχάνοις ἢ σαρκιδίοις νήσσης ἢ φάσσης ἢ λαγώ καὶ γὰρ τοῦτο κοῦφον εἶναι καὶ πρόσφορον ἀσθενοῦσι, πλὴν ὅτι πολλὰ συμβαίνει τοῖς φαγοῦσιν ἐνυπνιάζεσθαι τοιαύτῃ δὲ θεραπείᾳ καὶ διαίτῃ χρώμενος ὑγιαίνειν μὲν αὐτός, ὑγιαίνοντας δὲ τοὺς ἑαυτοῦ διαφυλάττειν.
他说他自己有一本写好的备忘录,并根据这本备忘录在家里治疗和调理生病的人,绝不让任何人挨饿,而是给他们吃蔬菜,或者鸭肉、野鸽肉、兔肉等肉片。 因为他说这对于病人来说是轻便且适宜的,除了吃了这些的人经常会做梦之外。 他说,通过采用这样的治疗和饮食,他自己保持了健康,并使家人们也保持了健康。